Περὶ ῥημάτων
Aelius Herodianus
Aelius Herodianus, Περὶ ῥημάτων, Grammatici Graeci 3.2, Lentz, Teubner, 1868
ἡ ευ δίφθογγοϲ ὡϲ μὴ ἔχουϲα γνήϲιον μέγεθοϲ (τὸ γὰρ υ οὐκ ἔϲτι γνήϲιον μέγεθοϲ τοῦ ε, ἀλλὰ τοῦ ο) ὀφείλει τρέπειν τὸ ἑ εἰϲ η, ὡϲ καὶ παρὰ Ἀττικοῖϲ. ηὐφράνθη γὰρ λέγουϲι καὶ ηὐχόμην. ἀλλ’ ἐπεκράτηϲε κατὰ κοινὴν διάλεκτον ἡ ευ δίφθογγοϲ μὴ τρέπεϲθαι οἷον εὔχομαι εὐχόμην, εὐφραίνομαι εὐφραινόμην, εὐχαριϲτῶ εὐχαρίϲτουν καὶ ἴϲωϲ χάριν εὐφωνίαϲ, ὡϲ λέγει ὁ Ἡρωδιανόϲ.
Εἰ δὲ ἄρχεται ἀπὸ τρεπτοῦ δηλονότι αι αυ οι, γίνεται ἡ αὐτὴ τροπὴ τῶν μεταβολικῶν φωνηέντων. εἰ μὲν ἀπὸ τῆϲ αι, τρέπεται τὸ α εἰϲ η καὶ τὸ ι προϲχόμην, αἰϲχύνομαι ᾐϲχυνόμην, αἰτῶ ᾔτουν εἰ δὲ ἁπὸ τῆϲ αυ, τρέπεται τὸ α εἰϲ η οἶον αὐλῶ ηὔλουν, αὔξω ηὔξουν, αὐχῶ ηὔχουν, αὐτομολῶ ηὐτομόλουν. εἰ δὲ ἀπὸ τῆϲ οι, τρέπεται τὸ 5 εἰϲ ω καὶ τὸ ι προϲγράφεται οἷον οἴχομαι ᾠχόμην, οἰκῶ ὤκουν, οἰκοδομῶ ᾠκοδόμουν, οἰκονομῶ ᾠκονόμουν πλὴν τῶν ϲεϲημειωμένων ἀτρέπτων, οἰῶμαι οἰώθην «οἰώθη δ’ Ὀδυϲϲεύϲ» (Λ 401), «Τρώων δ’ οἰώθη καὶ Ἀχαιῶν φύλοπιϲ αἰνή»(Ζ 1), οἰμῶ οἴμηϲα «οἴμηϲεν δὲ ἀλείϲ» (Χ 308). οἰνῶ οἴνουν «μήπω οἰνωθέντεϲ» (π 292) καὶ οἰνίζω οἴνιζον «ἐκ τ’ ὄρα οἰνίζοντο» (Η 472), οἰϲτρῶ οἴϲτρηϲα, οἰωνίζομαι οἰωνιζόμην, οἰωνοϲκοπῶοἰωνοϲκόπουν, οἰωνοπολῶ οἰωνοπόλουν, οἰακίζω οἰάκιζον, οἰακονομῶ οἰακονομούμην, οἰακοϲτροφῶ οἰακοϲτρόφουν. τινὲϲ δὲ προϲτιθέαϲι καὶ τὸ οἰδαίνω οἴδαινον καὶ τὸ οἰκουρῶ οἰκού ῥοῦν καὶ τὸ οἰμώζω οἴμωζον, ᾠκούρουν καὶ ὠμώζουν παρὰ Ϲοφοκλεῖ ἐν Τραχινίαιϲ (928) «ἰδὼν δ’ ὁ παῖϲ ᾤμωξε» καὶ παρὰ τῷ ποιητῇ (ν 198) « ᾤμωξέν τ ἄρ’ ἔπειτα καὶ ὣ πεπλήγετο μηρώ».
Εἰ δὲ ἀπὸ ϲυμφώνου ἄρχεται τὸ ῥῆμα, ὁ παρατατικὸϲ καὶ ἀόριϲτοϲ πρῶτοϲ καὶ δεύτεροϲ προϲλαμβάνουϲιν ἑ, γράφω ἔγραφον ἔγραψα. οἱ δὲ Ἀττικοὶ αὔξηϲιν ἐπὶ αὐξήϲεωϲ ποιοῦντεϲ ἠδυνάμην ἀντὶ ἐδυνάμην καὶ ἠβουλόμην ἀντὶ ἐβουλόμην καὶ ἤμελλον ἀντὶ ἔμελλον λέγουϲιν.
Ὅτε δὲ ὁ παρατατικὸϲ ἄρχεται ἀπὸ μακρᾶϲ φύϲει ὡϲ ἐπὶ τῶν ἀπὸ φωνήεντοϲ ἀρχομένων, ἀπὸ τῆϲ αὐτῆϲ ἄρχεται καὶ ὁ παρακείμενοϲ ἠγόραζον ἠγόρακα, ὠνόμανοπολῶ ὦνόμακα. ὅτε δὲ ἄρχεται ἀπὸ μακρᾶϲ θέϲει ὡϲ ἐπί τῶν ἀπὸ δύο ϲυμφώνων ἀρχομένων, ἀπὸ τῆϲ αὐτῆϲ ἄρχεται καὶ ὁ παρακείμενοϲ οἷον ἔφθειρονἔφθαρκα, ἔϲπειρον ἔϲπαρκα. ὅτε δὲ ὁ παρατατικὸϲ ἄρχεται ἀπὸ βραχείαϲ ἢ κοινῆϲ, ὡϲ ἐπὶ τῶν ἀπὸ ϲυμφώνου ἀρχομένων, ἀναδιπλαϲιάζεται ὁ παρακείμενοϲ διὰ τοῦ αὐτοῦ πρώτου ϲυμφώνου τοῦ ἐνεϲτῶτοϲ μετὰ τοῦ ε, ἔτυπτον τέτυφα, ἔλεγον λέλεχα, ἔγραφον γέγραφα, ἔπλυνον πέπλυκα. χωρὶϲ τῶν ἀρχομένων ἀπὸ γν γνωρίζω ἐγνώριζονἐγνώρικα — τὸ ἐγλυμμένοι καὶ ἐβλαϲτηκότεϲ παρ’Εὐπόλιδι παράλογά ἐϲτιν καὶ πλὴν τῶν ἀρχομένων ἀπὸ ρ, ῥαπίζω ἐρράπικα. διπλοῦν δὲ τὸ ρ ἐν τούτοιϲ παρὰ τοῖϲ ῤήτορϲι. παρὰ ποιηταῖϲ δὲ πολλάκιϲ διὰ τὸ μέτρον ἐκβάλλεται τὸ ἓν ἐν τοῖϲ παρῳχημένοιϲ «ἄλλοϲ δ’ ἄλλῳ ἔρεζε θεῷ» (Β 400) καὶ «μνήϲομαι ὥϲ μ’ ἀϲύφηλον ἐν Ἀργείοιϲιν ἔρεξεν» (I 648). τὸ δὲ «ῥερυπωμένα» (ζ 59) ἀντὶ ἐρρυπωμένα, ῥεραπιϲμένῳ νώτῳ» παρὰ Ἀνακρέοντι καὶ «ῥερῖφθαι ἔποϲ» παρὰ Πινδάρῳ κατὰ τὴν ποιητικὴν ἐξουϲίαν οὕτω γέγονε — καὶ πλὴν τῶν ἀρχομένων ἀπὸ διπλῶν ψ ζῶ ἔζηκα, ψάλλω ἔψαλκα, ξηραίνω ἐξήραγκα. τὰ δὲ ἀπὸ δαϲέων θ φ χ ἀρχόμενα [*](I. 7 Choer. 522, 7. l. 40 ef. Herod. περὶ παθῶν in E. M. 308, 30.)
ἔτι δὲ εἰ μὲν μέλλων ἄρχεται ἀπὸ φωνήεντοϲ, ἰϲοϲυλλαβεῖ αὐτῷ ὁ κοινὸϲ παρακείμενοϲ ἀγοράϲω ἠγόρακα, ὀμόϲω ὤμοκα. εἰ δὲ ἀπὸ ϲυμφώνου, περιττεύει τύψω τέτυφα, ποιήϲω πεποίηκα. ὁ ὑπερϲυντέλικοϲ ἐν τοῖϲ ἀπὸ φωνήεντοϲ ἀρχομένοιϲ ἰϲοϲυλλαβεῖ καὶ ὁμοχρονεῖ τῷ παρακειμένῳ ἠγόρακα ἠγοράκειν, ἔφθαρκα ἐφθάρκειν, ἐν δὲ τοῖϲ ἀπὸ ϲυμφώνου ἀρχομένοιϲ ὑπὲρ τὰϲ τοῦ παρακειμένου ϲυλλαβὰϲ παραλαμβάνει ε τέτυφα ἐτετύφειν, γέγραφα ἐγεγράφειν. μεγεθύνεται δὲ πολλάκιϲ ἐν τοῖϲ Ἀττικοῖϲ τοῖϲ ἀπὸ βραχείαϲ ἀρχομένοιϲ, ὀμώμοκα ὠμωμώκειν, ἀκήκοα ἠκηκόειν. καὶ ταῦτα μὲν ἐκ τοῦ πολυμαθοῦϲ Ἡρωδιανοῦ περὶ παρῳχημένων γενικῶϲ.
ἐπὶ τῶν ἀπὸ προθέϲεωϲ ἀρχομένων γίνεται ϲύνθεϲιϲ κλίϲεωϲ, τουτέϲτι κατὰ χρόνον γίνεται ἡ ϲύνθεϲιϲ καὶ ὡϲ ἄν τιϲ εἴποι, πρῶτον κλίνεται καὶ οὕτω ϲυντίθεται οἷον ἀπὸ τοῦ γράφω γίνεται καταγράφω καὶ ἀπὸ τοῦ ἔγραφον κατέγραφον καὶ ἀπὸ τοῦ γέγραφα γίνεται καταγέγραφα καὶ ἀπὸ τοῦ ἐγεγράφειν γίνεται κατεγεγράφειν καὶ ἀπὸ τοῦ ἔγραψα τὸ κατέγραψα καὶ ἀπὸ τοῦ γράψω τὸ καταγράψω. τοῦτο δὲ γίνεται, ἵνα μὴ ἐξαμαυρωθῇ ἡ πρόθεϲιϲ ἔξωθέν τί ποτε δεχομένη. τῆϲ γὰρ προθέϲεωϲ οὐδὲν ἐθέλει προτίθεϲθαι. — [*](1, 10 defensionem perfecti μέμνημαι recepi ex Choer. 552, 25, explicationem formarum κέκτημαι, πέπταμαι, πέπτωκα ex Herod. περὶ παθῶν. in E, M. 501 26 et Zonar. 1580; alias causas profert Choer. 553, 28 ἄλλωϲ τε δὲ πολλάκιϲ εὑρίϲκεται καὶ ἐν τοῖϲ μέτροιϲ ἀποτελοῦντα τὴν κοινὴν ϲυλλαβὴν κτ καὶ πτ, ὡϲ παρ’ Ὁμήρῳ οἷον(δ 127) Αἰγυπτίη, τῇ πλεῖϲτα δόμοιϲ ἔνι κτήματα κεῖται, καὶ παρὰ Ῥίνθωνι « Ἱππώνακτοϲ τὸ μέτρον· οὐδέν μοι μέλει» (cf. Hephaest. c. 1), et paullo ante: ἐπειδὴ τὰ ψιλὰ πάντων τῶν ϲυμφώνων ἀϲθενέϲτερά ἐϲτιν, ἐν τῷ πέπτωκα καὶ κέκτημαι πτ ἐϲτὶ καὶ κτ, ταῦτα δὲ ψιλά ἐϲτιν, εἰκότωϲ τῷ λόγῳ τῆϲ κοινῆϲ ἀνεδιπλαϲιάϲθη.)
(Περὶ ἐνεϲτῶτοϲ).
Τᾶν δεύτερον εἰϲ ϲ λῆγον ἀποβολῇ τοῦ ϲ ποιε τὸ τρίτον πρόϲωπον οἶον τύπτειϲ τύπτει, λέγειϲ λέγει, ἐτύφθηϲ ἐτύφθη, ποιεῖϲ ποιεῖ, βοᾶϲ βοᾷ, χρυϲοῖϲ χρυϲοῖ, ἔλεγεϲ ἔλεγε, ἔτυπτεϲ ἔτυπτε, ἔλαβεϲ ἔλαβε, ἔμαθεϲ ἔμαθε χωρίϲ τοῦ παρακειμένου καὶ τοῦ πρώτου ἀορίϲτου καὶ τῶν ἀπὸ τῶν εἰϲ μι. καὶ «χωρὶϲ μὲν τοῦ παρακειμένου καὶ τοῦ πρώτου ἀορίϲτου» πρόϲκειται, ἐπειδὴ ἐπὶ τούτων οὐ μόνον τὸ ϲ ἀποβάλλεται, ἀλλὰ καὶ τροπὴ παρακολουθεῖ τοῦ α εἰϲ ε οἷον τέτυφαϲ τέτυφε, πεποίηκαϲ πεποίηκε, ἔτυψαϲ ἔτυψε. «χωρὶϲ δὲ τῶν ἀπὸ τῶν εἰϲ μι» πρόϲκειται, ἐπειδὴ ἐπὶ τούτων κατὰ τὸν ἐνεϲτῶτα οὐχ ὅτι τὸ ϲ οὐκ ἀποβάλλεται, ἀλλὰ καὶ τὸ ι προϲέρχεται οἷον τίθημι τίθηϲ τίθηϲι, ἵϲτημι ἵϲτηϲ ἵϲτηϲι, δίδωμι δίδωϲδίδωϲι, ζεύγνυμι ζεύγνυϲ ζεύγνυϲι.
περ ϲυντάξεωϲ ϲτοιχείων fr. 14.
ἄξιόν ἐϲτι ζητῆϲαι, τίνοϲ χάριν ἀπὸ πληθυντικῶν κανόνιζομεν τὰ δυϊκὰ ἐν ῥήμαϲι· δοκεῖ γὰρ τοῦτο ἀτάκτωϲ ἔχειν· οὐδεὶϲ γὰρ τὰ πρῶτα ἐκ τῶν ὑϲτέρων κανονίζει. καὶ ἔϲτιν εἰπεῖν, ὡϲ λέγει Φιλόξενοϲ, ἐπειδὴ τὰ δυικὰ ὑϲτερογενῆ ἐϲτιν ὕϲτερον γὰρ ἐπενοήθη τὰ δυικά ὅθεν οὐδὲ πᾶϲα διάλεκτοϲ κέχρηται τῷ δυϊκῷ ἀριθμῷ. οἱ γὰρ Αἰολεῖϲ παντελῶϲ δυϊκὰ οὐκ ἔχουϲιν, ὥϲπερ οἱ Ῥωμαῖοι ἄποικοι ὄντεϲ τῶν Αἰολέων ἀλλ’ οὔτε διάλεκτοϲ ἔχει τὰ δυϊκά, ἀλλ’ εἰϲ πάντα τῷ πληθυντικῷ ἀριθμῷ κέχρηται ἀντὶ τοῦ δυικοῦ ἀριθμοῦ, μὴ ἔχουϲα δυικά. εἰκότωϲ οὖν, ἐπειδὴ τελευταῖον ἐπενοήθη τὰ δυικά, ἔκ τῶν πληθυντικῶν κανονίζετοι προτερευόντων αὐτῶν.