Περὶ ῥημάτων

Aelius Herodianus

Aelius Herodianus, Περὶ ῥημάτων, Grammatici Graeci 3.2, Lentz, Teubner, 1868

ὥϲπερ μέλω μελήϲω μεμέληκα καὶ μέϲοϲ παρακείμενοϲ μέμηλα καὶ ὤλεκα ὦλα, τεθάληκα τέθηλα, οὕτω βεβούληκα βέβουλα. τοιοῦτόν τι καὶ τὸ λέληκα· «δαιμόνιη, τί λέληκαϲ » (Hes. Opp. 207), καὶ τὸ δεδούπηκα δέδουπα κατὰ Ἡρωδιαν ὸν «δεδουπότοϲ Οἰδιπόδαο» (ψ 679). καὶ ἕτερα οὐκ ὀλίγα, ἐν οἷϲ καὶ τὸ ἐκτύπηκα ἔκτυπα· εἰϲὶ γὰρ περιϲπώμενοι τοιοῦτοι μέϲοι παρακείμενοι ὡϲ πολλαχοῦ φανεῖται· 5 καὶ αὐτοὶ κατὰ τὰ προρρηθέντα μιᾷ ϲυλλαβῇ ἐνδέουϲι τοῦ ἐνεργητικοῦ, ὅπερ ἐν τοῖϲ βαρυνομένοιϲ οὐκ ἔϲτι ῥήμαϲιν. ἐν ἐκείνοιϲ γὰρ ἰϲοϲυλλαβεῖ καθόλου ὁ μέϲοϲ τῷ ἐνεργητικῷ.

δεῖ γινώϲκειν ὅτι τότε ἐπιλιμπάνουϲιν οἱ μέϲοι παρακείμενοι, ἡνίκα ἀπὸ τῶν περιϲπωμένων θεμάτων εὑρεθῇ ὁ ἐνεργητικὸϲ παρακείμενοϲ, καὶ τριϲύλλαβοϲ ἀπὸ δύο ϲυμφώνων ἀρχόμενοϲ, ἢ ἀπὸ μόνου τοῦ ε οἷον θλῶ θλάϲω τέθλακα, κλῶ κλάϲω κέκλακα, ϲμῶ ϲμήϲω ἔϲμηκα, δρῶ δράϲω δέδρακα, ζῶ ζήϲω ἔζηκα· καὶ τοῦτο εὐλόγωϲ, ἐπειδὴ ὁ ἐνεργητικὸϲ παρακείμενοϲ ἀπὸ περιϲπωμένων ὑπάρχων μιᾷ ϲυλλαβῇ περιττεύει τοῦ μέϲου παρακειμένου, οἷον μυκῶ μεμύκηκα μέμυκα, δουπῶ δεδούπηκα δέδουπα εἰ ἐποιήϲαμεν οὖν μέϲον παρακείμενον ἐπὶ τῶν προλεχθέντων, φημὶ τοῦ τέθλακα καὶ κέκλακα καὶ δέδρακα, ἔϲμηκα, ἔζηκα, ἤμελλεν ὁ μέϲοϲ παρακείμενοϲ μιᾷ ϲυλλαβῇ ἐνδεῖν τοῦ ἐνεργητικοῦ παρακειμένου, καὶ εἶχεν εἰϲ διϲυλλαβίαν περιπεϲεῖν, ὅπερ ἐϲτὶν ἄτοπον ϲπανίωϲ γὰρ εὑρίϲκεται διϲύλλαβοϲ παρακείμενοϲ ἐν χρήϲει· ϲπάνιον δὲ εἶπον διὰ τὸ οἶδα

  • οἶδ’ ἐπὶ δεξιὰ οἱδ’ ἐπ’ ἀριϲτερὰ νωμῆϲαι βῶν
  • ἀζαλέην (H 238)
  • καὶ διὰ τὸ οἶκα, ὃ ϲημαίνει τὸ ὁμοιῶ, οἷον «οἶκαϲ μὲν ὡραίῳ λίνῳ » παρ’ Ἀλκμᾶνι, ἀντὶ τοῦ ὅμοιοϲ εἰ, καὶ διὰ τὸ εἶα καὶ κατ’ ἔκταϲιν Ἀττικὴν τοῦ ε εἰϲ η ᾖα, ὃ γίνεται ἐν διαλύϲει παρὰ τῷ ποιητῇ,
  • ἤϊα πολλὰ θεοὺϲ γουνούμενοϲ.
  • [*](1. 37 οἶκα scr. pro εἷκα et verba Alemanis explevi ex Ep. Cr. I 287, 1 et Choer. 871, 30, verba καὶ κατ’ ἔκταϲιν — ᾖα ipse inserui, in Epim. legitur: εἶα, ὅπερ ἔν διαλύϲει ἔϊα καὶ ἐπαυξήϲει ἤϊα. De re cf. Mon 24, 4 οἶδα.)
    797
    Eustath. 759,5: Ἡρωδιανὸϲ προυποθεὶϲ ῥῆμα τὸ εἴδω παράγει ἐξ αὐτοῦ μέϲουϲ παρακειμένουϲ ἐπὶ μὲν τοῦ θεωρῶ καὶ γινώϲκω οἶδα, ἐπὶ δὲ τοῦ ὁμοιῶ τὸ οἶκα, ἐξ οὗ  ἔοικα, οὗ ὑπερϲυντελικὸϲ ἐῴκειν κατὰ ἔκταϲιν.

    τοῦ δείδοικα πρωτότυπον ὂν τὸ δέδοικα ἐκ τοῦ δείδω τὸ δειλιῶ ἔχει ἀπορίαν πῶϲ διὰ τοῦ κ ἐκφέρεται καὶ μὴ διὰ τοῦ θεματικοῦ δ διὰ τὸν κανόνα, δι’ ὃν ὥριϲται καθολικῶϲ, ὅτι ἐπὶ τῶν βαρυτόνων, δι’ οὗ ϲυμφώνου ἐκφέρεται ὁ ἐνεϲτώϲ, διὰ τοῦ αὐτοῦ καὶ ὁ μέϲοϲ παρακείμενοϲ οἷον λείβω λέλοιβα, λέγω λέλογα κατὰ τὸν Ἡρωδιανόν, καθ’ ὃν ἔδει ἀπὸ τοῦ δείδω δέδοιδα εἶναι τὸν μέϲον παρακείμενον. λύϲιϲ δὲ τῆϲ ἀπορίαϲ ταύτηϲ τὸ μὴ χρῆναι τρία παράλληλα δ παραλαμβάνεϲθαι. τὸ γὰρ τοιοῦτον ψελλιϲμῷ, φηϲίν, ὑποπίπτει. διὸ ἀντειϲῆλθε τοῦ τρίτου δ τὸ κ τοῦ ἐνεργητικοῦ παρακειμένου τοῦ δείδω δείϲω δέδεικα, ὃϲ ἐϲιγήθη διὰ τὸ τοῦ μέϲου παρακειμένου πολύχρηϲτον. ὅτι δ’ ἐν πολλοῖϲ ἡ παραλληλία φεύγεται, δηλοῖ καὶ ὁ τεμένιοϲ, ὃν δέον ὂν διφθόγγῳ παραλήγεϲθαι κατὰ τὸν κανόνα τοῦ κήτειοϲ κήδειοϲ ἐπιτήδειοϲ καὶ τῶν ὁμοίων ὅμωϲ, ἵνα μὴ ἐπάλληλα εἴη τὰ τρία ἑ, ἐγράφη διὰ μόνου τοῦ ι· Ϲοφοκλῆϲ (Τrach. 754) «τεμενίαν τε φυλλάδα». οὕτω καὶ τὸ «ἴριδι δίῃ» κακίζεται κατὰ τὸ ἀλλεπάλληλον τῶν διχρόνων.

    περὶ τοῦ ἔολπα ζηταοῦϲιν ὅτι πόθεν γέγονε; — λέγει δὲ ὁ Ἡρωδιαν ὸϲ ὅτι δύναται εἶναι ὡϲ ἀπὸ τριϲυλλάβου τοῦ ἐέλπω, τούτου γὰρ ὁ μέϲοϲ παρακείμενοϲ ἤελπα καὶ κατὰ τροπὴν τοῦ ε εἰϲ τὸ ο καὶ ϲυϲτολῇ τοῦ η εἰϲ τὸ ε ἔολπα.

    τὸ ἔμμορε Ζηνόβιοϲ καὶ Ἡρωδιανὸϲ οὕτω κανονίζουϲι μείρω μερῶ, ὁ μὲν παρακείμενοϲ μέμορα καὶ ἐν ὑπερθέϲει τοῦ ἔμμορα.

    [*](1. 1 cf. An. Par.ΙΙΙ 320 ubi sic fere: ἐπὶ τοῦ ὁμοιῶ ἵνα μὴ ϲυνεμπέϲῃ τῷ οἶδα ἐγένετο οἶκα καὶ ἔοικα. l. 6 idem refert Eustath. 149, I et de δέδοικα An. Paris. III 316, 6 similia etiam habet Choer. 589 Apollonio eundem de δέδοικα sententiam attribuens, quae hic Herodiano assignatur. — Ex Herodiano petivit fortasse Choer. l. c eam formae δέδοικα explicationem, quam Alexander Cotyaensis proposuit: Ἀλέξανδροϲ ὁ Κοτυαεὺϲ θαυμαϲίωϲ αὐτὸ ϲχηματίζει λέγει γὰρ ὅτι πολλὰ ῥήματα ἀπὸ μέλλοντοϲ παράγεται εἰϲ τὸν ἐνεϲτῶτα, καὶ τρέπει τὸ ϲ εἰϲ χ ἢ εἰϲ τὸ κ οἷον ϲμῶ ϲμήϲω ϲμήχω, ἐξ οὖ τὸ ϲμήξω, ὀλῶ ὀλέϲω ὀλέκω οὕτωϲ οὖν καὶ ἐκ τοῦ δείϲω μέλλοντοϲ ἐγένετο ὁ ἐνεϲτὼϲ θείκω κατὰ τροπὴν τοῦ ϲ εἰϲ κ καὶ ἐκ τοῦ δείκω λοιπὸν ἀκολούθωϲ ὁ μέϲοϲ παρακείμενοϲ δέδοικα ὥϲπερ λείπω λέλοιπα, λείβω λέλοιβα, πείθω πέποιθα. l. 28 cf. E. M. 335, 22. Quod Ϲhoeroboscus —nam ex eo petitum esse locum Anecdotorum demonstrat Choer. Dict. 593, 26 contra Herodiani sententiam profert: ἀλλ’ ἐλέγχει αὐτὸ τὸ β΄ πρόϲωπον, οὐ διὰ τοῦ α γάρ, ἀλλὰ διὰ τοῦ ἑ ἐκφέρεται. ὅθεν καὶ κανονίζεται οὕτωϲ· μορῶ μορήϲω ὁ πρῶτοϲ ἀόριϲτοϲ ἐμόρηϲε, ὁ δὲ δεύτεροϲ ἔμορον ἔμορεϲ καὶ Αἰολικῶϲ ἔμμορον ἔμμορεϲ ἔμμορε — non refutat Herodianum, nam ubi per ε secunda persona pronunciabatur, aoristus quidem secundus haberi debet, sed)
    798