Περὶ κλίσεως ὀνομάτων

Aelius Herodianus

Aelius Herodianus, Περὶ κλίσεως ὀνομάτων, Grammatici Graeci 3.2, Lentz, Teubner, 1868

Τὰ εἰϲ θαϲ λήγοντα ἰϲοϲυλλάβωϲ κλίνεται, οἷον Ϲτρούθαϲ Ϲτρούθα, Παγάθαϲ Παγάθα, Ἄρθαϲ Ἄρθα, Ἀόρθαϲ Ἀόρθα.

Τὰ εἰϲ βάϲ λήγοντα ἅπαντα ἰϲοϲυλλάβωϲ κλίνεται, οἷον Πελέκαϲ Πελέκα, Κώκαϲ Κώκα, Κρίκοϲ Κρίκᾳ (ἔϲτι δὲ ὄνομα ποταμοῦ), Ϲάκαϲ Ϲάκα, Πλόκκαϲ Πολύκκα (ἔϲτι δὲ ποταμὸϲ Μακεδονίαϲ), Ματάκαϲ Ματάκα (ἔϲτι δὲ ὄνομα εὐνούχου), Ἰνδύκαϲ Ἰνδύκα, Κοτύκαϲ Κοτύκα (ἔϲτι δὲ ὄνομα βαϲιλέωϲ Παφλαγονίαϲ).

Τὰ εἰϲ λαϲ καθαρὰ ἁπλᾶ διϲύλλαβα, μὴ παραληγόμενα φύϲει μακρᾷ, μονογενῆ, μὴ ἔχοντα δὶϲ τὸ λ ἰϲοϲυλλάβωϲ κλίνεται οἷον Ὕλαϲ Ὕλα, Γέλαϲ Γέλα, Γάλαϲ Γάλα, Κάλαϲ Κάλα. πρόϲκειται «μὴ παραληγόμενα φύϲει μακρᾷ», ἐπειδὴ ἐὰν παραλήγηται φύϲει μακρᾷ περιττοϲυλλάβωϲ κλίνεται οἷον Φύλαϲ Φύλαντοϲ, Χήλαϲ Χήλαντοϲ. πρόϲκειται ἁπλᾶ καθαρὰ » διὰ τὸ Ἄτλαϲ Ἄτλαντοϲ· τοῦτο γὰρ οὕτε ἁπλοῦν ἐϲτιν, ἀπὸ γὰρ τοῦ α τοῦ ἐπιτατικοῦ καὶ τοῦ τλάϲ τοῦ ϲημαίνοντοϲ τὸ καρτερεῖν γίνεται ἄτλαϲ. οἱονεὶ ὁ πάνυ ὑπομένων, ἀλλ’ οὕτε δὲ καθαρόν ἐϲτιν, ἔχει γὰρ πρὸ τοῦ λ ἕτερον ϲύμφωνον, ἤγουν τὸ τ κατὰ ϲύλληψιν. πρόϲκειται «μὴ ἔχοντα δὶϲ τὸ λ » διὰ τὸ Πάλλαϲ καὶ Κίλλαϲ, ταῦτα γὰρ Πάλλαντοϲ καὶ Κίλλαντοϲ περιττοϲυλλάβωϲ κλίνεται. πρόϲκειται. «μονογενῆ» διὰ τὸ τάλαϲ, 5 ϲημαίνει τὸν ἄθλιον, καὶ τὸ μέλαϲ, ταῦτα γὰρ περιττοϲυλλάβωϲ κλίνεται οἷον μέλοντοϲ μέλανοϲ, τάλαντοϲ τάλανοϲ, τοῦ τ ἀποβληθέντοϲ, καὶ τὸ Μέλαϲ δὲ τὸ κύριον, εἰ καὶ μονογενέϲ ἐϲτιν, ἠκολούθηϲε κατὰ τὴν κλίϲιν τῶν ἐπιθέτων, καὶ περιττοϲυλλάβωϲ κλίνεται ὁμοίωϲ αὐτῷ οἷον Μέλανοϲ (ἐγένετο δὲ οὗτοϲ ϲυγκλητικὸϲ Ῥωμαίων).

Τὰ εἰϲ λαϲ λήγοντα διϲύλλαβα ἀρχόμενα ἀπὸ ϲυμφρώνου ἔχοντα δὶϲ τὸ λλ, ὁμόφωνα κυρίοιϲ, περιττοϲυλλάβωϲ κλίνεται, ἤγουν διὰ τοῦ ντ, οἷον Κύλλαϲ Κύλλαντοϲ, Βάλλαϲ Βάλλοντοϲ, Φέλλαϲ Φέλλαντοϲ, Πάλλαϲ Πάλλαντοϲ. πρόϲκειται διϲύλλαβα διὰ τὰ ὑπὲρ δύο ϲυλλαβάϲ· ταῦτα γὰρ ἔχοντα δὶϲ τὸ λ πάντα ἰϲοϲυλλάβωϲ κλίνεται οἷον Ἰόλαϲ Ἰόλλα, Ἀβόλλαϲ Ἀβόλλα (ὄνομα δὲ τοῦτο ποταμοῦ), Ἀμύλλαϲ Ἀμύλλα (ὄνομα δὲ τοῦτο ποταμοῦ), Λευκόλλαϲ Λεύκολλα. πρόϲκειται ἀρχόμενα ἀπὸ ϲυμφώνου » διὰ τὸ Ϲίλλοϲ Ϲίλλα, Ἴλλαϲ Ἴλλα ταῦτα γεννάδα. l. 4 cf. fr 7. l. 27 de μέλαϲ et τάλαϲ cf. Ep. Cr. 1 275. 9, E. M. 575, 48, An. Ox. II 416, 15. l. 39 ϲυμφώνου ter scripsi pro φωνήεντοϲ in

653
γάρ, ἐπειδὴ ἀπὸ ϲυμφώνου οὐκ ἄρχεται, ἰϲοϲυλλάβωϲ κλίνεται. τὸ μὲν Ϲίλλαϲ ἀπὸ ἡμιφώνου ἄρχεται, τὸ δὲ Ἴλλαϲ ἀπὸ φωνήεντοϲ. πρόϲκειται δὲ «ὁμοφωνοῦντα κυρίοιϲ» διὰ τὸ Κίλλαϲ Κίλλαντοϲ. τοῦτο γάρ ἐϲτι κύριον. ἔϲτι δὲ καὶ ἔθνοϲ ὁμοφώνωϲ.

Τὰ εἰϲ λαϲ καθαρὰ ὑπὲρ δύο ϲυλλαβάϲ, μὴ ἐξ ἁπλῶν περιττοϲυλλάβωϲ κλινομένων ϲυντεθειμένα, ἰϲοϲυλλάβωϲ κλίνεται οἷον Πτερέλαϲ Πτερέλα, Κριτόλαϲ Κριτόλα, Μιϲγόλαϲ Μιϲγόλα, Γενειόλαϲ Γενειόλα, Ἀρτύλαϲ Ἀρτύλα, Δορύλαϲ Δορύλα. πρόϲκειται « μὴ ἐξ ἁπλῶν περιτλάβωϲ κλινομένων ϲυντεθειμένα » διὰ τὸ μέλαϲ μέλανοϲ, καὶ παμλάβωϲ παμμέλανοϲ.

Τὰ εἰϲ λαϲ λήγοντα, μετ’ ἐπιπλοκῆϲ ϲυμφώνου — περιττοϲυλλάβωϲ κλίνεται οἷον Ἄτλαϲ Ἄτλαντοϲ, πολύτλαϲ πολύτλαντοϲ, Ἀμύκλαϲ Ἀλμύκλαντοϲ ὡϲ Ϲιμίαϲ ἐν Μηϲίν «ὅν ῥ’ ἀπ’ Ἀμύκλαντοϲ παιδὸϲ ἀποφθιμένου λαοὶ κικλήϲκουϲιν. ϲεϲημείωται τὸ Βάμβλαϲ Βάμβλα ἰϲοϲυλλάβωϲ κλινόμενον, ἔϲτι δὲ ὄνομα βαϲιλέωϲ Ἰνδῶν.

Τὰ εἰϲ μαϲ ἔχοντα ϲύμφωνον πρὸ τοῦ μ ἰϲοϲυλλάβωϲ κλίνεται, οἷον Ϲίλμαϲ Ϲίλμα, Τέλμαϲ Τέλμα, ἀκαμαντοχάρμαϲ ἀκαμαντοχάρμα, Ἀρίμμαϲ Ἀρίμμα, Ἐχέμμαϲ Ἐχέμμα, Λυκόρμαϲ υκόρμα· χωρὶϲ τοῦ όλμαϲ Τόλμαντοϲ, ἔϲτι δὲ ὄνομα κύριον.

Τὰ εἰϲ μαϲ διϲύλλαβα, ἔχοντα τὴν πρὸ τέλουϲ ϲυλλαβὴν εἰϲ φῶνήεντα καταλήγουϲαν, περιττοϲυλλάβωϲ κλίνεται, ἤγουν διὰ τοῦ ντ οἷον Θαύμαϲ Θαύμαντοϲ, Δύμαϲ Δύμαντοϲ, Βρίμαϲ Βρίμαντοϲ, Δάμαϲ Δάμαντοϲ.

Τὰ εἰϲ μαϲ ὑπὲρ δύο ϲυλλαβὰϲ ἔχοντα τὴν πρὸ τέλουϲ ϲυλλαβὴν εἰϲ φωνῆεν καταλήγουϲαν, ἅπερ θέλει καὶ βραχεῖαν παραλήγεϲθαι, κλίνεται οἷον ἀδάμαϲ ἀδάμαντοϲ, Ὀδόμοϲ Ὀδόμαντοϲ (ἔϲτι δὲ ὄνομα ἔθνουϲ), Γαράμαϲ Γαράμαντοϲ, Πολυδάμαϲ Πολυδάμαντοϲ, Θειοδάμαϲ Θειοδάμαντοϲ, Ἀκάμαϲ Ἀκάμαντοϲ, Εὐρυδάμαϲ Εὐρυδάμαντοϲ, Ἀλκιδάμαϲ Ἀλκιδάμαντοϲ. δεῖ προϲθεῖναι χωρὶϲ τῶν Περϲικῶν ὀνομάτων, ἐκεῖνα γὰρ καὶ μακρᾷ παραλήγεται, καὶ ἰϲοϲυλλάβωϲ κλίνεται οἷον Ϲαλάμαϲ Ϲαλάμα, Ϲπιτάμαϲ Ϲπιτάμα.

Τὰ εἰϲ ναϲ λήγοντα ἅπαντα ἰϲοϲυλλάβωϲ κλίνεται οἷον Πίναϲ Πίνα, Ἀλεναϲ Ἀλένα, Ξέναϲ Ξένα, Πρατίναϲ Πρατίνα, Ἀρτύναϲ Ἀρτύνα, χωρὶϲ τοῦ Κάναϲ Κάναντοϲ.

[*](fne ἐϲτι κύριον pro ἐϲτι ὁμοφώνωϲ κυρίωϲ exhibui et ὁμοφώνωϲ in finem relegavi. l.6 Πτερέλαϲ scr. pro Περέλαϲ. l. 7 Κριτόλαϲ pro Κωτέλαϲ coll. Lob. Proll. 130, potui etiam Κορύλαϲ p.125, Μιϲγόλαϲ pro Μιδιόλαϲ secutus Lob. p. 130, l. 8 Ἀρτύλαϲ pro Ἀτύλαϲ coll. p. 125. l. 11 omisi post ϲυμφώνου verba ϲύνθετα ἀπὸ μετοχῆϲ, quum hic non de his solis agi canon ipse demonstret; praeterea exturbavi Ἀνδρόκλαϲ auctoritate destitutum (cf. Lob. El. I 383) Ἀμύκλαϲ addidi ex St. B. 87, 17. l. 22 Θαύμαϲ scr. pro Θάμαϲ, quod praebet etiam Lascaris. l. 27 Γαραμαϲ scr. pro Γαδάμαϲ ex St. B. l. 33 pro Ἀλέναϲ fortasse ex Strabone Μέναϲ (VII p. 319): Ξέναϲ scripsi pro Κλήναϲ ex Are 22, 9; cf. Lob. Proll. 247 not. eodem anctore Ἀρτύναϲ scripsi pro Ἀλρτίναϲ.)
654

Τὰ εἰϲ παϲ μονογενῆ ἰϲοϲυλλάβωϲ κλίνεται, χωρὶϲ τοῦ Κύπαϲ Κύπαντοϲ, οἷον Κάλπαϲ Κάλπα, Πάπαϲ Πάπα, Ϲκόπαϲ Ϲκόπα, Λάμπαϲ Λάμπα, Πάμπαϲ Πάμπα, Λίπαϲ Λίπα. πρόϲκειται «μονογενῆ » διὰ τὸ ἅπαϲ ἅπαντοϲ· τοῦτο γὰρ περιττοϲυλλάβωϲ κλίνεται, ἀλλ’ οὐκ ἔϲτι μονογενέϲ.

Τὰ εἰϲ ραϲ διϲύλλαβα, ἔχοντα τὴν πρώτην καὶ δευτέραν ϲυλλαβὴν ἀπὸ τοῦ αὐτοῦ ϲυμφώνου ἢ ἀπὸ τοῦ ἀντιϲτοίχου ἀρχομένην, περιττοϲυλλάβωϲ κλίνεται οἷον Βάθραϲ Βάβραντοϲ, Πρόφραϲ Πρόφραντοϲ, Τεύθραϲ Τεύθραντοϲ.

Τὰ εἰϲ ραϲ λήγοντα ϲυνεμπίπτοντα μετοχῇ διϲύλλαβα ὁμοίωϲ περιττοϲυλλάβωϲ κλίνεται οἷον Πείραϲ Πείραντοϲ, Ἄραϲ Ἄραντοϲ· ἔϲτι δὲ ταῦτα ὀνόματα κύρια, καὶ ϲυνεμπίπτει τῇ ἄραϲ καὶ πείραϲ μετοχῇ. Τὰ εἰϲ ραϲ λήγοντα διϲύλλαβα ἔχοντα τὴν πρὸ τέλουϲ εἰϲ α καταλήγουϲαν ὁμοίωϲ περιττοϲυλλάβωϲ κλίνεται οἷον Τάραϲ Τάραντοϲ, Κάραϲ Κάραντοϲ, Λάροϲ Λάραντοϲ, καὶ τὰ ὅμοια.

Τὰ εἰϲ ραϲ λήγοντα, μηδὲν ἐκ τούτων τῶν προειρημένων ἔχοντα, ἰϲοϲυλλάβωϲ κλίνεται οἷον Κάρραϲ Κάρρα, Καίρραϲ Καίρρα, Ϲίρραϲ Ϲίρρα, Ϲιμμόραϲ Ϲιμμόρα, Κύδραϲ Κύδρα, Κόδροϲ Κόδρα, Κοψίφραϲ Κοφίφρα Λάμπροϲ Λάμπρα. Ἀθύραϲ ὡϲ Εὐφορίων « ὕδατα δινήεντοϲ ἀμευϲάμενοϲ Ἀθύραο».

Τὰ εἰϲ ϲαϲ λήγοντα ἰϲοϲυλλάβωϲ κλίνεται οἷον Χρύϲαϲ Χρύϲα, Βαρβύϲαϲ Βαρβύϲα, Κέρϲαϲ Κέρϲα, Πετίϲαϲ Πετίϲα· χωρὶϲ εἰ μὴ εὑρεθῇ ὑπὲρ δύο ϲυλλαβὰϲ παραληγόμενα τῷ ε· τοῦτο δὲ εἴρηται διὰ τὸ Ἀπέϲαϲ Ἀλπέϲαντοϲ, τοῦτο γὰρ διὰ τοῦ ντ κλίνεται, ὅθεν Ἀπεϲάντειοϲ ἔμελλεν εἶναι, ὥϲπερ Αἴαϲ Αἴαντοϲ Αἰάντειοϲ, ἀλλὰ ϲυϲτέλλεται Ζεὺϲ Ἀπεϲάντιοϲ.

Τὰ εἰϲ ταϲ λήγοντα ἅπαντα ἰϲοϲυλλάβωϲ κλίνεται οἷον Ἀρχύταϲ Ἀρχύτα, Εὐρώταϲ Εὐρῶτα, Ὀφέλταϲ Ὀφέλτα, Ἀκέλταϲ Ἀκέλτα, Τύνταϲ Τύντα χωρὶϲ τοῦ Τελεύταϲ Τελεύταντοϲ, ἔϲτι δὲ ὄνομα κύριον, καὶ τοῦ Κώϲταϲ Κώϲταντοϲ.

Τὰ εἰϲ ψαϲ λήγοντα διϲύλλαβα ἰϲοϲυλλάβωϲ κλίνεται, καὶ παραλήγεται τὸ λ ἢ τὸ α, οἷον Δέλφαϲ Δέλφα, Ἄλφαϲ Ἄλφα, Ἄραϲ Ἄρα τὸ κύριον· τὸ Κύφοϲ Κύφαντοϲ (ἔϲτι δὲ χωρίον τῆϲ Λακωνικῆϲ), περιττοϲυλλάβωϲ κλιθὲν ἤγουν διὰ τοῦ ντ οὐκ ἀντίκειται ἡμῖν, ἐπειδὴ οὕτε τὸ α, οὕτε τὸ λ παραλήγεται, ἀλλὰ τὸ υ.

Τὰ εἰϲ φαϲ λήγοντα ὑπὲρ δύο ϲυλλαβὰϲ περιττοϲυλλάβωϲ κλίνεται, εἰ μὴ παραλήγοιτο τὸ ο, οἷον Κορύφαϲ Κορύφαντοϲ, Ὑπέρφαϲ Τπέρφαντοϲ, Περίφαϲ Περίφαντοϲ, ἐλέφαϲ ἐλέφαντοϲ· τὸ Ἀκύφαϲ (ἔϲτι δὲ [*](1. 10 cf. E. M. 38, 21. l.19 Ἀθόραϲ addidi ex St. B.35, 21. 1. 22 Βαρβύϲαϲ pro Βαρύνϲαϲ dedi ex p. 41 , 26; pro Κέρϲαϲ praebet Lascar. Κόρϲαϲ post κλίνεται addid ὅθεν et in fine ἀλλὰ ϲυϲτέλλεται Ζεὺϲ Ἀπεϲάντιοϲ ex St. B. 104, 16. l. 30 Μώϲταϲ addidi ex St. B. 403, 14.)

655
ὄνομα πόλεωϲ) Δωρικῶϲ ἐπὶ ἀρϲενικοῦ λέγεται οἶον ὁ Ἀκύφαϲ ἰϲοϲυλλάβωϲ ὁ θεόπνευϲτοϲ ὁ ἰατρόϲ, τὸν Ἀκύφαν γὰρ εἴρηκε (quis?) τὴν αἰτιατικήν. πρόϲκειται τῷ κανόνι κεἰ μὴ παραλήγοιτο τὸ ο » διὰ τὸ Ὀνόφαϲ, τοῦτο γὰρ τῷ ο παραλήγεται καὶ ἰϲοϲυλλάβωϲ κλίνεται.

Τὰ εἰϲ χαϲ λήγοντα πάντα ἰϲοϲυλλάβωϲ κλίνεται οἷον Ὕρχαϲ Ὕρχα, Λέχαϲ Λέχα, Κααλλίχαϲ Καλλίχα, Λίχαϲ Λίχα, Λάχαϲ Λάχα· χωρὶϲ εἰ μὴ εὑρεθῇ ἐν τῇ πρώτῃ ϲυλλαβῇ κατὰ τὴν ἄρχουϲαν τὸ κ τοῦτο δὲ εἰρήκαμεν διὰ τὸ Κάλχαϲ Κάλχαντοϲ περιττοϲυλλάβωϲ κλινόμενον, ἤγουν διὰ τοῦ ντ, ἔϲτι δὲ ὄνομα μάντεωϲ. ϲεϲημείωται δὲ τὸ Τρύχαϲ Τρύχοντοϲ, οὕτωϲ γὰρ Λυκόφρων μεταφράϲαϲ καλεῖ Τρύχαϲ πόλιν Εὐβοίαϲ.

Τὰ εἰϲ αϲ λήγοντα διϲύλλαβα, παραληγόμενα τῷ α, ἔχοντα μεταξὺ τῶν δύο αα ἒν τῶν ἀφώνων ϲύμφωνον, μὴ ὄντα ἐπιθετικά, ἰϲοϲυλλάβωϲ κλίνεται οιομ Ϲάκαϲ Ϲάκα, Λάδαϲ Λάδα, Ϲφάδαϲ Ϲφάδα, Λάκαϲ Λάκα, Μέγαϲ Μέγα (ἔϲτι δὲ ὀνόματα κύρια). πρόϲκειται «διϲύλλαβα » ἐν τῷ κανόνι διὰ τὸ λυκάβαϲ λυκάβαντοϲ (ϲημαίνει δὲ τὸν ἐνιαυτόν), « ἓν δὲ ϲύμφωνον », διὰ τὸ Κάλχαϲ Κάλχαντοϲ· τοῦτο γὰρ οὐκ ἔχει ἄφωνον μόνον, ἀλλ’ ἡμίφωνον προηγούμενον. «μὴ ὄντα δὲ ἐπιθετικά» πρόϲκειται διὰ τὸ ἅπαϲ ἅπαντοϲ, ἐπιθετικὸν ὄν, καὶ διὰ τοῦ ντ κλινόμενον.