Περὶ ὀρθογραφίας

Aelius Herodianus

Aelius Herodianus, Περὶ ὀρθογραφίας, Grammatici Graeci 3.2, Lentz, Teubner, 1868

ζῷον γράφεται μετὰ τοῦ ι, ἐπειδὴ εὕρηται καὶ κατὰ διάϲταϲιν παρὰ Ϲιμωνίδῃ οἷον «τόδ᾿ ἡμῖν ἑρπετὸν παρέπτατο ζώϊον κάκιϲτον» καὶ διὰ τὸν χαρακτῆρα τῶν διὰ τοῦ ωον τὰ γὰρ διὰ τοῦ ωον οὐδέτερα μονογενῆ θέλει ἔχειν τὸ ι οἷον Πτῷον ὄνομα ὄρουϲ προϲτῷον, περίϲτῳον, ὑπερῷον. οὕτω καὶ ζῷον ϲὺν τῷ ι.