Περὶ ὀρθογραφίας

Aelius Herodianus

Aelius Herodianus, Περὶ ὀρθογραφίας, Grammatici Graeci 3.2, Lentz, Teubner, 1868

εἰῶϲιν: ἔϲτιν ἐῶ τὸ ϲυγχωρῶ β ϲυζυγίαϲ τῶν περιϲπωμένων. τὸ πληθυντικὸν ἐάομεν ἐῶμεν, τὸ γ΄ ἐάουϲιν ἐῶϲι καὶ πλεοναϲμῷ τοῦ ι «καὶ οὐκ εἰῶϲιν ἐκπέρϲαι » (Il. 139 καὶ οὐκ εἰῶϲι μάχεϲθαι). πλεονάζει γὰρ τὸ ι ὥϲπερ καὶ ἐκ τοῦ ἕωλον γίνεται εἵωλον.