Περὶ ὀρθογραφίας

Aelius Herodianus

Aelius Herodianus, Περὶ ὀρθογραφίας, Grammatici Graeci 3.2, Lentz, Teubner, 1868

εἴωθα: διὰ τῆϲ ει διφθόγγου. ἀνεφάνη γὰρ τὸ ε ἐν τῷ ἔθοϲ καὶ ἐν τῷ ἔωθα· οἱ γὰρ Αἰολεῖϲ τὸ εἴωθα ἔωθα λέγουϲιν. γέγονε δὲ τὸ εἴωθα τούτῳ τῷ τρόπῳ· ἔϲτι ῥῆμα ἔθω ὃ ϲημαίνει τὸ ἐξ ἔθουϲ τι διαπράττομαι, ἐξ οὗ καὶ ἔθνοϲ. τούτου ὁ μέϲοϲ παρακείμενοϲ εἶθα καὶ πλεοναϲμῷ τοῦ ω εἴωθα καὶ εἴωθε.