Περὶ ὀρθογραφίας

Aelius Herodianus

Aelius Herodianus, Περὶ ὀρθογραφίας, Grammatici Graeci 3.2, Lentz, Teubner, 1868

γραμματείδιον: ἀμφίβολον εἴτε διὰ τῆϲ ει διφθόγγου εἴτε διὰ τοῦ ι. καὶ εἰ μὲν ἀπὸ τοῦ γραμμάτιον τοῦ ϲημαίνοντοϲ τὸ μικρὸν γράμμα, διὰ τοῦ ι γράφεται ὡϲ ὀψάριον ὀψαρίδιον, λαχάνιον λαχανίδιον. εἰ δὲ ἀπὸ τοῦ γραμματεῖον γέγονε τοῦ ϲημαίνοντοϲ τὴν μικρὰν δέλτον διὰ τῆϲ ει διφθόγγου ὥϲπερ ἀγγεῖον ἀγγείδιον, γραφεῖον γραφείδιον.