Περὶ ὀρθογραφίας

Aelius Herodianus

Aelius Herodianus, Περὶ ὀρθογραφίας, Grammatici Graeci 3.2, Lentz, Teubner, 1868

φῴϲ φῳδόϲ ἔχει τὸ ι καὶ ὀξύνεται ὡϲ δᾴϲ δᾳδόϲ. ἔχει δὲ τὸ ι, ἐπειδὴ λέγεται καὶ φωΐδεϲ. — λέγει δὲ ὁ Χοιροβοϲκόϲ, ὅτι διϲυλλάβωϲ καὶ μόνον λέγεται κατὰ τὸ πληθυντικὸν προϲγραφομένου τῷ ω τοῦ ι. ἐν δὲ τῇ γενικῇ ὤφειλε περιϲπᾶϲθαι, φῷδεϲ φῳδῶν ὥϲπερ χεῖρεϲ χερῶν. ἀλλὰ ϲεϲημείωται καὶ τοῦτο μετὰ τῶν ἄλλων βαρυνόμενον. Ἀριϲτοφάνηϲ Πλούτῳ «πλὴν φῴδων ἐκ βαλανείου».