Περὶ ὀρθογραφίας

Aelius Herodianus

Aelius Herodianus, Περὶ ὀρθογραφίας, Grammatici Graeci 3.2, Lentz, Teubner, 1868

ὑγίεια: ὥϲπερ παρὰ τὸ εὐϲεβήϲ εὐϲέβεια, οὕτω καὶ παρὰ τὸ ὑγιήϲ γίνεται ὑγίεια καὶ κράϲει ὑγεία ὥϲπερ τὰ Ἀπολλωνίεια τὰ Ἀπολλώνεια (sic?). οἱ δὲ Ἀθηναῖοιἐκτείνουϲι τὸ α καὶ καταβιβάζουϲι τὸν τόνον καὶ φυλάϲϲουϲι τὴν αὐτὴν γραφὴν ὑγιεία ὥϲπερ τὸ ἱερεία. ἰϲτέον δὲ ὅτι τὸ ὑγεία τριϲύλλαβον οὕτε ἐν τῇ κωμῳδίᾳ οὕτε ἐν τῇ τραγῳδίᾳ εὕρηται. καὶ οἱ ῥήτορεϲ δὲ τετραϲυλλάβωϲ προφέρουϲιν.