Περὶ ὀρθογραφίας

Aelius Herodianus

Aelius Herodianus, Περὶ ὀρθογραφίας, Grammatici Graeci 3.2, Lentz, Teubner, 1868

Ὑπερίδηϲ διὰ τοῦ ι γράφεται· ὥϲπερ γὰρ παρὰ τὴν ἀνά πρόθεϲιν γίνεται Ἄνιοϲ καὶ παρὰ τὴν ὑπό Ὕπιοϲ, οὕτω καὶ παρὰ τὴν ὑπέρ Ὕπεροϲ καὶ ἐκεῖθεν Ὑπερίδηϲ ὡϲ Ὑλλοϲ Ὑλλίδηϲ.