Περὶ ὀρθογραφίας

Aelius Herodianus

Aelius Herodianus, Περὶ ὀρθογραφίας, Grammatici Graeci 3.2, Lentz, Teubner, 1868

Ὑπερηϲία πόλιϲ τῆϲ Ἀχαῖαϲ «ο θ’ Ὑπερηϲίην τε καὶ αἰπεινὴν Γονόεϲϲαν» Ὅμηρὸϲ (Β 573). διὰ τοῦ ι γράφεται. τὰ γὰρ ἀπὸ τῶν ἀρϲενικῶν ἐχόντων τὸ τ διὰ τοῦ ια γινόμενα καὶ τρέποντα τὸ τ εἰϲ c διὰ τοῦ ι γράφεται ἄλουτοϲ ἀλουϲία, ἀθάνατοϲ ἀθαναϲία. οὕτωϲ Ὑπέρηϲ Ὑπέρητοϲ Ὑπερηϲία.