Περὶ ὀρθογραφίας

Aelius Herodianus

Aelius Herodianus, Περὶ ὀρθογραφίας, Grammatici Graeci 3.2, Lentz, Teubner, 1868

ϲῶκοϲ βαρυτονητέον ὁμοίωϲ τῷ κυρίῳ· εἰϲὶ δὲ οἳ ἀξιοῦϲι καὶ καθότι ϲύνθετόν ἐϲτι βαρύνεϲθαι αὐτό. ἐκ τοῦ γὰρ ϲάοικοϲ γεγενῆϲθαι κατὰ κρᾶϲιν. οὕτω δὲ δώϲουϲι καὶ προϲκείμενον τῷ ω τὸ ῑ τῆϲ παραδόϲεωϲ οὐχ οὕτωϲ ἐχούϲηϲ.