Περὶ ὀρθογραφίας

Aelius Herodianus

Aelius Herodianus, Περὶ ὀρθογραφίας, Grammatici Graeci 3.2, Lentz, Teubner, 1868

ϲῴζω: τὸ ϲώζω χωρὶϲ τοῦ ῑ λέγει ὁ Δίδυμοϲ. ὥϲπερ γὰρ ἀπὸ τοῦ ἕω τὸ κάθημαι γίνεται ἕζω, οὕτωϲ ἀπὸ τοῦ ϲώω τὸ ὑγιαίνω ϲώζω πλεοναϲμῷ τοῦ ζ. ἀλλ’ ἡ παράδοϲιϲ ἔχει τὸ ῑ. τὸ δὲ ϲῴζω, ὅτε μὲν γίνεται ἀπὸ τοῦ ϲῶοϲ ϲωΐζω ὡϲ λέποϲ λεπίζω καὶ κατὰ ϲυναίρεϲιν ϲῴζω, ἔχει τὸ ῑ. ἡνίκα δὲ ἀπὸ τοῦ ϲάοϲ ϲαόζω καὶ κράϲει ϲώζω, οὐκ ἔχει προϲγεγραμμένον τὸ ῑ. δεῖ δὲ γινώϲκειν, ὅτι ἡνίκα ἀπὸ τῆϲ ϲω ϲυλλαβῆϲ ἄρχεται ἐπιφερομένου τοῦ ζ, ἔχει προϲγεγραμμένον τὸ ῑ ϲῴζω, ϲῴζομαι ἄϲῳζον. ἡνίκα δὲ μὴ οὕτωϲ ἔχῃ, οὐ προϲγράφεται οἷον ϲαώζω ϲώϲω ϲῶϲον.