Περὶ ὀρθογραφίας

Aelius Herodianus

Aelius Herodianus, Περὶ ὀρθογραφίας, Grammatici Graeci 3.2, Lentz, Teubner, 1868

ῥινόϲ. ϲημαίνει δὲ τὸ δέρμα. διὰ τοῦ ι γράφεται. ἢ γὰρ παρὰ τὸ ῥινή, ὅπερ ἐϲτὶν εἶδοϲ ἰχθύοϲ, ὅπερ διὰ τοῦ ι γράφεται, ἢ παρὰ τὸ ῥίον, ὃ ϲημαίνει τὸ ἄκρον. καὶ γὰρ τὸ δέρμα ἄκρον ἐϲτὶ καὶ οἱονεὶ ἐπιφάνεια τῆϲ ϲαρκόϲ.