Περὶ ὀρθογραφίας

Aelius Herodianus

Aelius Herodianus, Περὶ ὀρθογραφίας, Grammatici Graeci 3.2, Lentz, Teubner, 1868

ῥινή: ἰϲτέον ὅτι ἐϲτὶν ῥινή ὀξύτονον καὶ ῥίνη βαρύτονον. ἀλλὰ τὸ μὲν ὀξύτονον ϲημαίνει τὸ λεγόμενον ῥινίον, τὸ δὲ βαρύτονον εἶδοϲ ἰχθύοϲ. γράφεται δὲ διὰ τοῦ ι τῷ λόγῳ τῶν διὰ τοῦ ινη.