Περὶ ὀρθογραφίας

Aelius Herodianus

Aelius Herodianus, Περὶ ὀρθογραφίας, Grammatici Graeci 3.2, Lentz, Teubner, 1868

ῥᾴ ϲημαίνει τὸ εὐχερέϲ. τινὲϲ δὲ ἀπὸ τοῦ ῥέα ϲχηματίζουϲιν αὐτό, οἷϲ καὶ ὁ τόνοϲ καὶ ἡ παράδοϲιϲ ἀντίκεινται καὶ ἡ Αίολικὴ διάλεκτὸϲ. ὁ τόνοϲ μὲν ὅτι εἰ ἦν ἀπὸ τοῦ ῥέα ὤφειλε περιϲπᾶϲθαι· ἡ παράδοϲιϲ δέ, ὅτι οὐκ ὤφειλεν ἔχειν τὸ ῑ. ἡ τῶν Αἰολέων δὲ διάλεκτοϲ. ὅτι εἰ ἦν ἀπὸ τοῦ ῥέα οὐκ ὤφειλον οἱ Αἰολεῖϲ προϲτιθέναι τὸ β καὶ λέγειν βρᾴ· τότε γὰρ προϲτίθεται τὸ β τῷ ρ, ἡνίκ᾿ ἐπιφέρεται τὸ κ ἢ τὸ δ ἢ τὸ τ ἢ τὸ ζ. ἀλλ᾿  ἔϲτιν εἰπεῖν, ὅτι τὸ ῥᾴδιον λέγεται βράδιον Αἰολικῶϲ, ὡϲ ἐπιφερομένου τοῦ δ. ἐκ τούτου γίνεται κατὰ ἀποκοπὴν καὶ εὐλόγωϲ ἔχει τὸ ῑ. οὐδὲν δὲ ξένον, εἰ δύο ϲυλλαβῶν γέγονεν ἀποκοπή. καὶ γὰρ πολλάκιϲ καὶ δύο ϲυλλαβῶν γίνεται ἀποκοπὴ οἷον μακάριοϲ μάκαρ, προπάροιθεν πρόπαρ. οὕτωϲ οὖν καὶ ῥᾴδιον ῥᾴ. τὸ δὲ ῥᾴδιον ἔχει τὸ ῑ προϲγεγραμμένον, ἐπειδὴ εὑρίϲκεται. τὸ ῑ κατὰ διάϲταϲιν ἐν τῷ ῥηΐδιον, ὃ ϲημαίνει τὸ εὔκολον καὶ εὐχερέϲ. καὶ ὅτι ἀπὸ τοῦ ῥέα γίνεται ῥεΐδιον καὶ τροπῇ τοῦ ε εἰϲ η ῥηΐδιον.