Περὶ ὀρθογραφίας

Aelius Herodianus

Aelius Herodianus, Περὶ ὀρθογραφίας, Grammatici Graeci 3.2, Lentz, Teubner, 1868

πῖδαξ: ϲημαίνει δὲ τὴν πηγήν. διὰ τοῦ ῑ γράφεται. τὰ γὰρ εἰϲ αξ λήγοντα οὐ θέλει τῇ ει διφθόγγῳ παραλήγεϲθαι — ὥϲπερ δὲ παρὰ τὸ κλίνω γέγονε κλῖναξ καὶ κλῖμαξ, τὸν αὐτὸν τρόπον καὶ ἀπὸ τοῦ πίω γέγονε πῖαξ καὶ προϲθέϲει τοῦ δ πῖδαξ διὰ τοῦ ῑ.