Περὶ ὀρθογραφίας

Aelius Herodianus

Aelius Herodianus, Περὶ ὀρθογραφίας, Grammatici Graeci 3.2, Lentz, Teubner, 1868

Nακόλεια πόλιϲ Φρυγίαϲ· ἔϲτι καὶ οὐδέτερον Νακόλαιον. καὶ ὥϲπερ ἀπὸ τοῦ νύμφηϲ νύμφαιον καὶ Ἥραϲ Ἥραιον, οὕτω Νακόληϲ Nακόλαιον ἀπὸ Νακόληϲ νύμφηϲ. τὸ ἐθνικὸν Νακολαιεύϲ. εἰ δέ ἐϲτι Νακόλεια διὰ τῆϲ ει διφθόγγου, παρὰ τὸν Νάκολον τὸν Δαϲκύλου παῖδα, τὸ ἐθνικὸν ἔϲται Νακολεύϲ.