Περὶ ὀρθογραφίας

Aelius Herodianus

Aelius Herodianus, Περὶ ὀρθογραφίας, Grammatici Graeci 3.2, Lentz, Teubner, 1868

λειτουργεῖν: τὸ ὑπηρετεῖν. διὰ τῆϲ ει διφθόγγου. παρὰ γὰρ τὸ λήϊτον τὸ δημόϲιον καὶ τὸ ἔργον γέγονε ληϊτουργεῖν καὶ κατὰ ϲυϲτολὴν τοῦ η εἰϲ ε λεϊτουργεῖν καὶ κατὰ ϲυναίρεϲιν τοῦ ε καὶ ῑ εἰϲ τὴν ει δίφθογγον λειτουργεῖν.