Περὶ ὀρθογραφίας

Aelius Herodianus

Aelius Herodianus, Περὶ ὀρθογραφίας, Grammatici Graeci 3.2, Lentz, Teubner, 1868

κρεῖον: παρὰ τὸ κρέαϲ κρέον καὶ κατὰ πλεοναϲμὸν τοῦ ῑ κρεῖον. λέγει δὲ ὁ Ἡρωδιανόϲ, ὅτι τὸ κρεῖον ὅμοιόν ἐϲτι τῷ θεῖον, ἐν τῇ Ἰλιακῇ προϲῳδίᾳ (Ι 206). ἐϲτέον δέ, ὅτι ἡ κοινὴ δόξα ἔχει, ὅτι τὸ κρεῖον κρεοδόχον ἀγγεῖον ϲημαίνει, ὁ δὲ Εὐφορίων τὸ κρέαϲ λέγει εἶναι. ὁ δὲ Ἡρωδιανὸϲ τὴν ἐκ τῶν ὠμῶν κρεῶν πεπληρωμένην τράπεζαν. ὁ δὲ Πτολέμαχοϲ (Πτολεμαῖοϲ ?) τὸν ἀπὸ τοῦ ϲτέατοϲ πλακοῦντά φηϲιν αὐτὸ ϲημαίνειν.