Περὶ ὀρθογραφίας

Aelius Herodianus

Aelius Herodianus, Περὶ ὀρθογραφίας, Grammatici Graeci 3.2, Lentz, Teubner, 1868

ἀλείτηϲ ὁ ἁμαρτωλόϲ. διὰ τῆϲ ει διφθόγγου γράφεται διὰ τὸ ἀντιπαρακεῖϲθαι τὸ ο ἐν τῷ ἀλοίτηϲ· τὰ γὰρ ἔχοντα τὸ ο ἀναφαινόμενον ἔχει τὸ ε ἐγκείμενον οἰον ϲπείρω ϲπορά, ἀλείφω ἀλοιφή. οὕτωϲ οὖν ἀλείτηϲ ἀλοίτηϲ. γίνεται δὲ παρὰ τὸ ἀλίτω τὸ ἁμαρτάνω, ὅθεν καὶ Ἀλεξίων τὸ ἀλείτηϲ ἠξίου διὰ τοῦ ῑ γράφεϲθαι. ἡ δὲ παράδοϲιϲ διὰ τῆϲ ει διφθόγγου· ἀλήτηϲ δὲ ὁ πλανήτηϲ διὰ τοῦ η. δεῖ γὰρ γινώϲκειν ὅτι ὥϲπερ τὸ πεδήτηϲ καὶ κομήτηϲ καὶ πλανήτηϲ οὐ ῥηματικά, ἀλλὰ παρώνυμα ἀπὸ τοῦ πέδη καὶ πλάνη καὶ κόμη, οὕτω καὶ παρὰ τὸ ἄλη, ὃ ϲημαίνει τὴν πλάνην, γίνεται ἀλήτηϲ. οὕτω Φιλόξενοϲ εἰϲ τὸ ῥηματικὸν αὐτοῦ.