Περὶ ὀρθογραφίας

Aelius Herodianus

Aelius Herodianus, Περὶ ὀρθογραφίας, Grammatici Graeci 3.2, Lentz, Teubner, 1868

ἄλειϲον: διὰ διθόγγου γράφεται. γέγονε γὰρ ὡϲ λέγει Ἀπολλώνιοϲ ὁ Ἀρχιβίου παρὰ τὸ λεῖον ἄλειον καὶ ἐπενθέϲει τοῦ ϲ ἄλειϲον τοῦ α ἐπιτατικοῦ ἢ ϲτερητικοῦ, τουτέϲτιν τὸ μὴ ὸν ὁμαλὸν ἀλλὰ περιφερέϲ· παρὰ τὸ εὖ λεῖον.