Περὶ ὀρθογραφίας

Aelius Herodianus

Aelius Herodianus, Περὶ ὀρθογραφίας, Grammatici Graeci 3.2, Lentz, Teubner, 1868

Περὶ τῶν εἰϲ ηϲ.

Τὰ εἰϲ οϲ ἀρϲενικὰ εἴτε ἀπὸ εὐθείαϲ εἴτε ἀπὸ γενικῆϲ ποιοῦντα πατρωνυμικὰ ἢ τύπον πατρωνυμικὸν ἔχοντα εἰϲ δηϲ διὰ τοῦ ι γράφει τὴν παραλήγουϲαν, Κρονίδηϲ, Κλυτίδηϲ, Πριαμίδηϲ, Τανταλίδηϲ, Ἑκτορίδηϲ, Πελοπίδηϲ, Κεκροπίδηϲ, Μεμνονίδηϲ, Φοινικίδηϲ, Λεωνίδηϲ, Ἀπολλωνίδηϲ, Βηλίδηϲ, Κοδρίδηϲ, Λαγίδηϲ, Ὑπερίδηϲ — ὥϲπερ γὰρ παρὰ τὴν ἀνά πρόθεϲιν γίνεται Ἄνιοϲ καὶ παρὰ τὴν ὑπό Ὕπιοϲ ποταμόϲ, οὕτω καὶ παρὰ τὴν ὑπέρ ὕπεροϲ καὶ ἐκεῖθεν λοιπὸν Ὑπερίδηϲ — Εὐριπίδηϲ. τύπου δὲ πατρωνυμικοῦ ὄντα παρετάθηϲαν διὰ τῆϲ ει Λυϲιθείδηϲ, Κηκείδηϲ, Κυθνείδηϲ, Ὠρείδηϲ, Ἐχεφυλλείδηϲ, Ϲκυθρωπείδηϲ, Θαρρελείδηϲ, Φιλομηλείδηϲ «Φιλομηλείδῃ ἐπάλαιϲεν ἀναϲτάϲ» (Od. δ 343).

Τὰ ἀπὸ τῶν εἰϲ ηϲ εἰϲ τὴν ου δίφθογγον ἐχόντων τὴν γενικὴν διὰ τοῦ ιδηϲ γινόμενα διὰ τοῦ ι γράφεται οἷον Λυκάμβηϲ Λυκάμβου Λυκαμβίδηϲ, κορυνήτηϲ κορυνήτου Κορυνητίδηϲ, Βούτηϲ Βούτου Βουτίδηϲ.

Τὰ ἀπὸ τῶν εἰϲ ηϲ εἰϲ ουϲ ἐχόντων τὴν γενικήν, εἰ μὲν βραχείᾳ παραλήγεται, διὰ τοῦ ι γράφεται, Εὐτυχίδηϲ, Πλειϲθενίδηϲ, Ἀχαιμενίδηϲ· εἰ δὲ μακρᾷ παραλήγεται, διὰ τῆϲ ει Εὐήρηϲ Εὐηρείδηϲ, Εὐκλείδηϲ, Ἡρακλείδηϲ, Χαρικλείδηϲ. τὸ δὲ Θουκυδίδηϲ, Θραϲυμηδίδηϲ, Δικηρίδηϲ τύπου ἔχονται πατρωνυμικοῦ.

Τὰ ἀπὸ τῶν εἰϲ ϲῦϲ ὄντα πατρωνυμικὰ διὰ τῆϲ ει θέλει γράφεϲθαι, Πηλείδηϲ, Ἀτρείδηϲ, Αἰγείδηϲ, Νηλείδηϲ, Βαϲιλείδηϲ, Οἰνείδηϲ· τὸ δὲ Ἀλκείδηϲ ἀπὸ τοῦ Ἀλκαῖοϲ τροπῇ τῆϲ αι διφθόγγου εἰϲ τὴν ει.

Τὰ ἀπὸ τῶν εἰϲ ωϲ Ἀττικῶν διὰ τῆϲ ει γράφεται, ὁ Νείλεωϲ τοῦ Νείλεω Νειλείδηϲ ὁ υἱὸϲ τοῦ Νείλεω, ὁ Εὔνεωϲ τοῦ Εὔνεω Εὐνείδηϲ.

Τὰ εἰϲ δηϲ μητρωνυμικὰ διὰ τοῦ ι γράφεται οἷον Λητωΐδηϲ ὁ υἱὸε τῆϲ Λητοῦϲ, Λαναΐδηϲ ὁ υἱὸϲ τῆϲ Λανάηϲ, Φιλυρίδηϲ ὁ υἱὸϲ Φιλύραϲ. ὅθεν Νιοβίδηϲ ὁ τῆϲ Νιόβηϲ. ὅθεν τὸ Φιλομηλείδηϲ τὸ παῤ Ὁμήρῳ οὐ λέγομεν εἶναι πατρωνυμικὸν οὐδὲ λέγομεν τὸν υἱὸν τῆϲ Φιλομήλαϲ. ὄνομα κύριόν ἐϲτιν. εἰ γὰρ ἦν μητρωνυμικόν, διὰ τοῦ ι ὤφειλεν εἶναι καὶ ὁ Διονύϲιοϲ λέγει ὅτι ἀπὸ μητέρων οὐ ϲχηματίζει πατρωνυμικὸν ὁ Ὅμηροϲ.

Τὰ διὰ τοῦ ινηϲ ἀποϲτρέφεται τὴν ει δίφθογγον, Αἰϲχίνηϲ, Ϲμικρίνηϲ, Λεπτίνηϲ, ἀργυροδίνηϲ.

[*](l. 2 hunc canonem composui ex E. M. 165, 39 seqq. Choer. Orth. 184, 33 201. 7; 230, 19; 235, 25; 256, 33; 270, 17, περὶ ποϲ. 298 et 299. ln extremis verbis secutus sum Lob. Parall. p. 5 pro Κηδείδηϲ Κηκείδηϲ et pro Θαρραλείδηϲ Θαρρελείδηϲ scribentem, pro Καλλείδηϲ et Ἀχιλλείδηϲ inextricabilibus posui Κυθνείδηϲ ex Choer. 201, 7 et Ὠρείδηϲ ex Schol. ad Apoll. Β 110: Ὠρείδηϲ διὰ τῆϲ ει διφθόγγου ἡ παραλήγουϲα. οὕτωϲ Ἡρωδιανὸϲ ἐν τῷ τρίτῳ τῆϲ καθόλου.)[*](l. 13 περὶ ποϲ. 298, 30. l. 17 E. M. l. c., περὶ ποϲ. 299, 1. l. 22 E. M. l. c., Choer. 173, 21; 186, 1; 202, 29; 245, 10. l 25 E. M. l. c., περὶ ποϲ. 298, 20, Choer. 245, 9. l. 27 E. M. l. c., περὶ ποϲ. 299, 9. l. 34 Choer. 171, 3, Theogn. 44, 3.)
436

Τὰ διὰ τοῦ ιϲηϲ πάντα διὰ τοῦ ι γράφεται οἷον Ἀγχίϲηϲ, Ἀντίϲηϲ, Ἀμφίϲηϲ, Ἐρίϲῃϲ ὄνομα κύριον, Κυρίϲηϲ ποταμὸϲ Κελτικῆϲ, Τιπανίϲηϲ ἐθνικόν.

Τὰ εἰϲ ιτηϲ παρώνυμα μὴ ἔχοντα ἀντιπαρακείμενον τὸ ο μήτε ἀπὸ πρωτοτύπου τὸ ε διὰ τοῦ ι γράφεται, Μεμφίτηϲ, τοπίτηϲ, πολίτηϲ, Ναυκρατίτηϲ, τεμενίτηϲ, Ἀϲκαλωνίτηϲ, βωνίτηϲ, ἐπαλξίτηϲ, Θερϲίτηϲ, λοχίτηϲ, μεϲίτηϲ, Μαργίτηϲ, Ταυρομενίτηϲ, Φαϲηλίτηϲ, Χρυϲίτηϲ, ζευγίτηϲ, ϲτυλίτηϲ, ἑρκίτηϲ, ϲτεφανίτηϲ, πυρίτηϲ, ὁδίτηϲ, μαγνίτηϲ, φεγγίτηϲ, λυχνίτηϲ καὶ εἴ τι ὅμοιον. πρόϲκειται «μὴ ἔχοντα ἀντιπαρακείμενον τὸ ο» διὰ τὸ ἀλείτηϲ· ἀντιπαράκειται γὰρ αὐτῷ ἀλοίτηϲ. καθόλου δὲ τὰ ἔχοντα τὸ ο ἀντιπαρακείμενον ἔχει τὸ ε ἐγκείμενον ἐν τοῖϲ ῥήμαϲιν ὥϲπερ ϲπείρω ϲπορά καὶ φθείρω φθορά, οὕτωϲ ἀλείτηϲ ἀλοίτηϲ κατὰ διάλεκτον Αἰολικήν· οἱ γὰρ Αἰολεῖϲ τὴν ει δίφθογγον εἰϲ οι τρέπουϲι· τὸ γὰρ ὄνειροϲ ὄνοιροϲ λέγουϲι καὶ τὸ ἐπείγω ἐποίγω. γίνεται δὲ παρὰ τὸ ἀλιτῶ τὸ ἁμαρτάνω ἀλείτηϲ ὁ ἁμαρτωλόϲ παρὰ τὸ τὰϲ λιτὰϲ μὴ τηρεῖν· ὅθεν καὶ Ἀλεξίων τὸ ἀλείτηϲ ἠξίου διὰ τοῦ ι γράφεϲθαι· ἡ δὲ παράδοϲιϲ διὰ τῆϲ ει διφθόγγου. πρόϲκειται «μὴ ἀπὸ πρωτοτύπου τὸ ε ἔχοντα»· τὰ γὰρ ἀπὸ τῶν εἰϲ ευϲ διὰ τοῦ ειτηϲ γινόμενα διὰ τῆϲ ει διφθόγγου γράφει τὴν παραλήγουϲαν οἷον ἱερεύϲ ἱερείτηϲ, Ϲαμαρεύϲ Ϲαμαρείτηϲ, Ἀταρνεύϲ Ἀταρνείτηϲ. τὸ δὲ τραπεζίτηϲ ἐπὶ διαφόρου ϲημαϲίαϲ διάφορον ἔϲχε τῆϲ παραληγούϲηϲ τὴν γραφήν. ἐπὶ μὲν γὰρ τοῦ ἐν τῇ ἀγορᾶ διαπονουμένου διὰ τοῦ ι γράφεται, παρὰ τὸ τράπεζα· ἐπὶ δὲ τοῦ κυνόϲ, ἐπεὶ ἀπὸ τοῦ τραπεζεύϲ παρῆκται, διὰ τῆϲ ει διφθόγγου γράφεται. τοῦτο δὲ παῤ Ἰβύκῳ εἴρηται κατὰ τροπὴν τῆϲ ει διφθόγγου εἰϲ η. ἔτι τὰ παρὰ τῶν εἰϲ εια γινόμενα διὰ τῆϲ ει διφθόγγου γράφεται, Ζέλεια Ζελείτηϲ, Καυκώνεια Καυκωνείτηϲ, Δικαιάρχεια Δικαιαρχείτηϲ, Ἀγνώνεια Ἀγνωνείτηϲ, Μαρώνεια Μαρωνείτηϲ. ἔτι τὰ ἀπὸ τῆϲ εἰϲ οϲ εὐθείαϲ ἢ γενικῆϲ τὸ ε παραληγομένηϲ γινόμενα διὰ τῆϲ ει διφθόγγου γράφεται Ὠρεόϲ Ὠρεοῦ Ὠρεΐτηϲ καὶ κατὰ ϲύνοδον τοῦ ε καὶ ι Ὠρείτηϲ. Ἕλοϲ Ἕλεοϲ Ἑλεΐτηϲ καὶ Ἑλείτηϲ. ἔδει οὖν καὶ ἀπὸ τοῦ Βορυϲθένηϲ Βορυϲθένεοϲ Βορυϲθενείτηϲ διὰ διφθόγγου· οὐ γὰρ ὅμοιον τῷ τεμενίτηϲ. οὐδὲ τῷ ἑρκίτηϲ· οὐ γὰρ ἀπὸ τῆϲ γενικῆϲ ἀλλ᾿  ἀπὸ τῆϲ εἰϲ οϲ εὐθείαϲ ταῦτα καὶ εἰκότωϲ ἔχει τὸ ι τὸ δὲ Βορυϲθένηϲ οὐκ εἰϲ οϲ λήγει. ἀλλ᾿  ἠκολούθηϲε τῷ πλείονι χαρακτῆρι διὰ τοῦ ι, τὰ γὰρ διὰ διφθόγγου ὀλίγα· ἔτι καὶ πάντα παρὰ τὸ ῥέειν διὰ τῆϲ ει διφθόγγου γράφεται, εὐρρείτηϲ, βαθυρρείτηϲ, ἀκαλαρρείτηϲ ὁ ἡϲύχωϲ ῥέων. ἀκαλὸν γὰρ παρὰ Ϲικελοῖϲ τὸ ἥϲυχον.

[*](l. 1 Choer. 170, 1, E. M. 14, 57. l. 4 Choer. Orth. 169, 7, περὶ ποϲ. 292 32, Theogn. 45, 5. De Ζελείτηϲ Ὠρείτηϲ Βορυϲθενείτηϲ quae proposui, sumpta sunt ex St. B. s. Ὠρεόϲ et Βορυϲθένηϲ; praeterea consului Choer. 184, 29 (E. M. 218, 23); 200, 16; 217, 31; 230, 27; 236, 29; 239, 23; 239, 24; 264. 4 et 5; 270 28; 216, 18: 169, 14 coll. E. Gud. 33, 20, Ep. Cr. l 98, 29, Choer. 169, 28 256, 11; 280, 17.)
437

Περὶ τῶν εἰϲ ιϲ.

Τὰ εἰϲ ριϲ βαρύτονα τῇ ει διφθόγγῳ οὐ παραλήγεται οἷον ἔριϲ, ἶριϲ, ἔϲτι δὲ εἶδοϲ ὀρνέου, καὶ Ἶριϲ, δῆριϲ, Ϲῖριϲ, ἔϲτι δὲ ὄνομα πόλεωϲ Φοινίκηϲ, ξῖριϲ, ἔϲτι δὲ εἶδοϲ ἀρωματικοῦ φυτοῦ, κῖριϲ, ἔϲτι δὲ εἶδοϲ ἱέρακοϲ· λέγεται δὲ καὶ παρὰ Κυπρίοιϲ Κῖριϲ ὁ Ἄδωνιϲ, παρὰ δὲ Λάκωϲιν ὁ λύχνοϲ. πρόϲκειται «βαρύτονα» διὰ τὸ χειρίϲ χειρῖδοϲ.

Περὶ τῶν εἰϲ οϲ.