Περὶ ὀρθογραφίας

Aelius Herodianus

Aelius Herodianus, Περὶ ὀρθογραφίας, Grammatici Graeci 3.2, Lentz, Teubner, 1868

Τὰ εἰϲ τι λήγοντα ἐπιρρήματα ὀξύτονα, εἰ γένοιτο ἀπὸ τῶν εἰϲ ζω ληγόντων ῥημάτων ἢ ἀπὸ τῶν εἰϲ ῦϲ ἐπιρρημάτων, διὰ ϲυνεϲταλμένου τοῦ ι γράφεται οἷον Ἰαϲτί, Λυδιϲτί, Φρυγιϲτί, Δωριϲτί, μεγαλωϲτί, δημιωϲτί, ἱερωϲτί, νεωϲτί. τὰ δὲ ἀπὸ πτωτικῶν διὰ μακροῦ τοῦ ι γράφεται, ἀπνευϲτί, ἀνωϊϲτί, ἀκονιτί, ἀναιμωτί, ἀκλαυτί, πανθοινί, ἀκριτί, ἀμογητί. τὸ ι ἔϲθ’ ὅτε καὶ ϲυνεϲταλμένωϲ προφέρεται ἀδείᾳ ποιητικῇ. τὰ δὲ παρωνύμωϲ παρηγμένα τινὲϲ διὰ τῆϲ εἰ διφθόγγου, τινὲϲ δὲ διὰ τοῦ ι μακροῦ γράφουϲιν.