Περὶ ὀρθογραφίας

Aelius Herodianus

Aelius Herodianus, Περὶ ὀρθογραφίας, Grammatici Graeci 3.2, Lentz, Teubner, 1868

Περὶ οὐδετέρων.

Τὰ διὰ τοῦ ιον οὐδέτερα διϲύλλαβα μονογενῆ βαρύτονα διὰ τοῦ ί γράφεται οἶον μνίον, ῥίον, ϲίον , ἴον, δρίον, τοῦτό τινεϲ καὶ δρίοϲ γράφουϲι, Δῖον ἡ πόλιϲ. ϲεϲημείωται τὸ κρεῖον τὸ δεκτικὸν τῶν κρεῶν ἀγγεῖον, εἰον ὃ καὶ ἤϊον ἐν διαλύϲει λέγεται, τὸ εἰϲ τὸ ἰέναι ἐπιτήδειον, νεῖον τῆϲ νηὸϲ τὸ πυθμενοειδὲϲ ξύλον, διὰ τῆϲ ει διφθόγγου γραφόμενα.

Τὰ ὑποκοριϲτικὰ διὰ τοῦ ι γράφεται οἶον ἰχθύδιον, δελφάκιον.

Τὰ διὰ τοῦ ιδιον ὑποκοριϲτικὰ τὴν τρίτην ἀπὸ τέλουϲ, εἰ μὲν ἀπὸ πρωτοτύπου ἔχει τὸ ε διὰ τῆϲ ει διφθόγγου γράφεται οἰον φύϲεωϲ φυϲείδιον, λέξεωϲ λεξείδιον, γλυκείδιον, ἑξείδιον, ὀξείδιον, ῥηίείδιον, ταμιείδιον, θυείδιον, εἰ δὲ μή, διὰ τοῦ ι βιβλίον βιβλίδιον, κοιλία κοιλίδιον, γωνία γωνίδιον, ὀψάριον ὀψαρίδιον, κοχλίαϲ κοχλίδιον, ῥιπίδιον, ϲελίδιον, ψαλίδιον, γραμματίδιον, ὅτε ἀπὸ τοῦ γραμμά τίον ὑποκοριϲτικόν, διὰ τοῦ ι. ὅτε δὲ ἀπὸ τοῦ γραμματεῖον, διὰ τῆϲ ει διφθόγγου.

Τὰ διὰ τοῦ οντιον ὑποκοριϲτικὰ μονογενῆ διὰ τοῦ ι γράφει τὴν παραλήγουϲαν οἷον λεόντιον ὁ μικρὸϲ λέων, δρακόντιον, ἀκόντιον, δόντιον ἡ βοτάνη καὶ τὸ τοῦ ϲτόματοϲ, γερόντιον. τὸ δὲ δράκον τειον αἰμα καὶ λεόντειον μετουϲιαϲτικὰ καὶ τὸ γερόντειον κτητικόν.

Τὰ διὰ τοῦ ιον οὐδέτερα πρὸ μιᾶϲ τὸν τόνον ἔχοντα μὴ ὄντα κτητικὰ μηδὲ ἀπὸ τῶν διὰ τοῦ εῦῶ ῥημάτων ἢ ἀπὸ τῶν εἰϲ ω ληγόντων ἐνεϲτώτων διὰ τοῦ ῖ γράφεται οἰον ἑρκίον, τειχίον, τεκνίον, βιβλίον. πρόϲκειται «μὴ ὄντα κτητικὰ» διὰ τὸ κουρεῖον, βαφεῖον, πρόϲκειται «μὴ ἀπὸ τῶν διὰ τοῦ ϲῦῦ ῥημάτων» διὰ τὸ πορνεύω πορνεία, πρυτανεύω πρυτανεία. πρόϲκειται μὴ ὄντα ἀπὸ τῶν εἰϲ ω ῥημάτων » διὰ τὸ ἄγω ἀγγεῖον, λέγω λογεῖον καὶ ἀναλογεῖον.

Τὰ διὰ τοῦ ιον οὐδέτερα μονογενῆ προϲηγορικὰ ἔχοντα μετὰ τὴν πρώτην δύο ϲύμφωνα κατὰ ϲύλληψιν ἢ κατὰ διάϲταϲιν, πρὸ τέλουϲ ἔχοντα τὸν τόνον, μὴ ὄντα ἀπὸ τῶν διὰ τοῦ ευω ῥημάτων διὰ τοῦ [*](1. 3 Choer. 173, 16, unde E. M. 94, 46; περὶ ποϲ. 304, 13, Choer. Ep. in Hsahn. 38, 3. 1. 8 Theogn. 121, 12, Arc. 119, 4. 1. 14 περὶ ποϲ. 309, 32 1. 15 Theogn. 121, 21, Choer. 187, 29 206, 26 220, 1, 238, 18, 246, 24. 255, 20; 266, 185, 2, 230, 16, 244, 19, 256, 21 257, 29, 190, 11, E. M. 241, 4. 1 23 Theogn. 123, 1, Herod. in E. M. 226, 49. 1. 27 An. Ox.11 322, 5 lacunas codicis explevi verbis uncinis inclusis. l. 34 Theogn. 123, 24.)

458
ι γράφεται οἷον ὀγκίον, ἀντίον τοῦ ἱϲτοῦ, κυμβίον, ἰϲχίον. πρόϲκειται «μὴ ἔχοντα ῥῆμα διὰ τοῦ ευω» διὰ τὸ πορνεύω πορνεῖον.

Τὰ διὰ τοῦ αντιον οὐδέτερα μονογενῆ διὰ τοῦ ι γράφεται οἰον Αίάντιον ἡ πόλιϲ, Περγάντιον ἡ πόλιϲ, βαλάντιον τὸ ἀκόντιον. πρόϲκειται «μονογενῆ », ἐπεὶ τὰ τριγενῆ διὰ τῆϲ ει διφθόγγου γράφεται οἰον Αἰάντειον βούλημα.

Τὰ διὰ τοῦ ιιον μονογενῆ οὐδέτερα διὰ τοῦ ι γράφει τὴν παραλήγουϲαν οἰον ἑλένιον ἡ βοτάνη, ζρμέvιον, Παρθένιον ὄνομα ὄρουϲ, αὐχένιον. τοῦτο δὲ διφορεῖται ὡϲ καὶ διὰ τῆϲ ει διφθόγγου γράφεται. ϲεϲημείωται τὸ γένειον διὰ τῆϲ ει διφθόγγου γραφόμενον.

Τὰ ἀπὸ τῶν εἰϲ ευϲ διὰ τοῦ ειον γενόμενα οὐδέτερα μονογενῆ διὰ τῆϲ ει διφθόγγου γράφεται καὶ προπεριϲπᾶται, κουρεύϲ κουρεῖον, κναφεύϲ κναφεῖον, τραμματεύϲ γραμματεῖον, βαλανεύϲ βαλανεῖον,βαφεύϲβαφεῖον πλὴν τοῦ Θηϲεύϲ Θήϲειον καὶ Φύτειον πόλιϲ ἀπὸ Φυτέωϲ τοῦ κτίϲαντοϲ αὐτήν. πρόϲκειται «μονογενῆ διὰ τὸ βαϲιλεύϲ βαϲίλειον ἔϲτι δὲ τριγενέϲ. βαϲίλειοϲ οἰκὸϲ, βαϲιλεία χείρ καὶ βαϲίλειον οἴκημα.

Τὰ ἀπὸ τῶν εἰϲ ω διὰ τοῦ ειον γινόμενα οὐδέτερα διὰ τῆϲ ει διφθόγγου γράφεται καὶ προπεριϲπᾶται, γράφω γραφεῖον, ἄγω ἀγγεῖον, λέγω λογεῖον, φέρω φορεῖον, πορνεύω πορνεῖον, πρυτανεύω πρυτανεῖον, ταμιεύω ταμιεῖον.

Τὰ ἀπὸ τῶν εἰϲ οϲ ἀρϲενικῶν παρηγμένα οὐδέτερα εἰϲ ον καθαρὸν λήγοντα διὰ τῆϲ ει διφθόγγου γράφεται οἷον πρῶτοϲ πρωτεῖον, διδάϲκαλοϲ διδαϲκαλεῖον, ϲτοῖχοϲ ϲτοιχεῖον.

Τὰ ἀπὸ τῶν εἰϲ οϲ οὐδετέρων διϲυλλάβων διὰ τοῦ ειον γινόμενα οὐδέτερα μονογενῆ διὰ τῆϲ ει διφθόγγου γράφεται, δάνοϲ δάνειον, γένοϲ γένειον, βρένθοϲ βρένθειον, γῆτοϲ γήτειον. πρόϲκειται «μονογενῆ» διὰ τὸ ἅγοϲ ἅγιον διὰ τοῦ ι. ἀλλ’ οὐκ ἔϲτι μονογενέϲ, ὁ ἅγιοϲ γὰρ καὶ ἡ ἁγία καὶ τὸ ἅγιον. χωρὶϲ τοῦ ἴχνοϲ ἰχνίον.

Τὰ διὰ τοῦ ειον οὐδέτερα ἀπὸ τῶν εἰϲ μα οὐδετέρων γινόμενα πρὸ τέλουϲ ἔχοντα τὸν τόνον μὴ ὑποκοριϲτικὴν ἔχοντα ϲημαϲίαν διὰ τῆϲ ει διφθόγγου γράφεται οἰον ϲῆμα ϲημεῖον, ϲῶμα ϲωματεῖον, γράμμα γραμματεῖον. τὸ δὲ ϲωμάτιον καὶ γραμμάτιον ὑποκοριϲτικά ἐϲτι καὶ προπαροξύτονα καὶ διὰ τοῦ ι γράφεται.

Εἰϲί τινα ἀπὸ τῶν εἰϲ διπλοῦν ληγόντων γινόμενα διὰ τοῦ ειον, ἅτινα διὰ τῆϲ ει διφθόγγου γράφεταr οἷον Κύκλωψ Κυκλώπειον ἔϲτι δὲ ὄροϲ ἐν Λιβύῃ, Φοῖνιξ Φοινίκειον, κῆρυξ Κηρύκειον.

Τὰ διὰ τοῦ ειον τριϲύλλαβα κύρια ἢ καὶ ἰδιάζοντα κατὰ πόλεων [*](1. 3 Theogn. 124, 8. 1 7 Theogn. 124, 24. 1. 11 περὶ ποϲ. 308, 21 Choer. 219, 10 coll. E. Gud. 262, 54 et E. M. 451, 45. 1. 17 περὶ ποϲ.l. c Choer. 237. 9; 189, 17, E. M. 569, 21; 280, 27: 253, 24: 268, 19. 1. 21 περ ποϲ. 308, 31. 1. 24 Choer. 189, 9; 183, 16, E. M. 225, 43: 230, 25, Choer. Ep. in Psalm 28, 21 1. 29 περὶ ποϲ. 309, 3, Choer. 262, 22. 1. 34 Choer 230, 28, E. M. 511, 47, ubi additum est: ἰϲτέον ὅτι ἔϲτι καὶ κηρύκιον διὰ τοῦ ι, ὅπερ ἐπὶ μόνηϲ τῆϲ ῥάβδου λέγεται τοῦ Ἑρμοῦ. 1. 37 Theogn. 127,25, Choer)

459
προπαροξύτονα διὰ τῆϲ ει διφθόγγου γράφεται· εἶπον δὲ «ἰδιάζοντα» διὰ τὸ Λάγειον παρὰ Ἀλεξανδρεῦϲιν ἐν αὐτῇ τῇ πόλει μόνον λεγόμενον καὶ τὸ Λύκειον Ἀθήνηϲι, Χλούνειον τόποϲ ἐν Αίωλίᾳ, ὅπου ἦν ὁ χλούνηϲ, Λαύρειον τόποϲ ἐν Ἀττικῇ ἔχων μέταλλα· τὸ γὰρ χαλκεῖον προπεριϲπώμενον κοινὸν κατὰ πᾶϲαν πόλιν ἐπὶ τόπου λαμβανόμενον. ἔϲτωϲαν δὲ παραδείγματα τοῦ κανόνοϲ ταῦτα Γύθειον, Ϲέρρειον ἡ πόλιϲ, Φίκειον ὄνομα τόπου. τοῦτο δὲ εὕρηται καὶ διὰ βραχέοϲ τοῦ ι. ῖϲωϲ δὲ ξυνέδραμε τῷ Ῥύτιον Αἴγιον Ϲούνιον. Βούδειον, Ϲίγειον, Λέπρειον Καυκώνων πόλιϲ, Ῥοίτειον πόλιϲ, Φύτειον, Κράνειον γυμνάϲιον ἐν Κορίνθῳ.

Τὰ διὰ τοῦ ειον τριϲύλλαβα ν παραληγόμενα προπαροξύτονα ἀπὸ ἑνὸϲ φωνήεντοϲ ἀρχόμενα διὰ τῆϲ ει διφθόγγου γράφεται, ὄνειον, Φάνειον, κράνειον, κώνειον, δάνειον, γένειον, κάνειον, Πάνειον, κτένειον.

Τὰ διὰ τοῦ ὲιον μονογενῆ τριϲύλλαβα προπαροξύτονα ἀπὸ ἑνὸϲ ϲυμφώνου ἀρχόμενα, ἔχοντα τὸ η ἢ τὸ ω διὰ τῆϲ ει διφθόγγου γράφεται, κώρειον, ζώτειον, γήτειον, χήλειον, γήρειον, βήχειον, κήτειον.

Τὰ διὰ τοῦ ειον μονογενῆ τριϲύλλαβα προπεριϲπώμενα διὰ τῆϲ ει διφθόγγου γράφεται, μνημεῖον, ϲημεῖον, πρωτεῖον, ϲφηκεῖον, ἠχεῖον, πορνεῖον, λυχνεῖον, ἀρχεῖον, φυλλεῖον, ϲτοιχεῖον, ἀγγεῖον, χυτρεῖον, χυρρεῖον, τοπεῖον, ϲκαφεῖον, κουρεῖον τὸ κοινῶϲ λεγόμενον. τὸ δὲ ἰδίωϲ παρ’ Ἀθηναίοιϲ προπαροξύνεται καὶ διὰ τοῦ ι γράφεται, γραφεῖον, πρεϲβεῖον, χαλκεῖον, λοφεῖον, πορθμεῖον, μουϲεῖον, βραβεῖον, φορεῖον, πορεῖον, ποδεῖον, πομπεῖον, ὀχεῖον. ϲεϲημείωται βαῖον ἐπὶ φοίνικοϲ διὰ τοῦ ι γραφόμενον.

Τὰ διὰ τοῦ ιον οὐδέτερα ὑπὲρ τρεῖϲ ϲυλλαβὰϲ μονογενῆ προπαροξύτονα διὰ τοῦ ι γράφεται οἷον Βυζάντιον, παρθένιον, γενέθλιον, θεοφάνιον, ϲυβόϲιον, αἰπόλιον χωρὶϲ τῶν κτητικῶν διὰ τὸ Ἀνακτόρειον καὶ Ἡράκλειον.