Περὶ ὀρθογραφίας

Aelius Herodianus

Aelius Herodianus, Περὶ ὀρθογραφίας, Grammatici Graeci 3.2, Lentz, Teubner, 1868

Τὸ β κατὰ πάντα οὐ θέλει ἔχειν τὴν ει δίφθογγον προηγουμένην οἷον θλίβω, λίβανον, λιβάϲ, κιβωτόϲ. εἰ δέ που εὑρέθη τὸ β ἔχον τὴν ει δίφθογγον προηγουμένην, γνῶθι ὅτι ἐν ῥήματί ἐϲτιν ἔχοντι τὸ ο ἀντιπαρακείμενον διὰ τῆϲ οι διφθόγγου οἷον ἀμείβω ἀμοιβή, λείβω λοιβή, ϲτείβω ϲτοιβή.

Πᾶϲα λέξιϲ ἀπὸ τῆϲ βι ϲυλλαβῆϲ ἀρχομένη διὰ τοῦ ι γράφεται, εἰ μή ἐϲτι κατὰ γλῶϲϲαν Λακώνων ἢ κατὰ πάθοϲ οἷον Βιϲάλται, ἔϲτι δὲ ἔθνοϲ Θρᾴκηϲ, βίοϲ ἡ ζωή, βιόϲ τὸ τόξον, βιόδωροϲ, Βιθυνία, βιϲτάκια, ϲημαίνει τὰ πιϲτάκια, ψιττάκια. πρόϲκειται «εἰ μή ἐϲτι κατὰ γλῶϲϲαν Λακώνων» διὰ τὸ βείδιοι· τοῦτο διὰ τῆϲ ει διφθόγγου γράφεται· βείδιοι λέγονται οἱ ἄρχοντεϲ παρὰ τοῖϲ Λακεδαιμονίοιϲ. βειέλοπεϲ οἱ λεγόμενοι ἱμάντεϲ — ὁ δὲ Δίδυμοϲ διὰ τοῦ ι γράφει — πρόϲκειται «εἰ μή ἐϲτι κατὰ πάθοϲ», ἐπειδή ἐϲτιν ἐὰν βῶ κατὰ προϲθήκην τοῦ ι ἐὰν βείω κατὰ πάθοϲ.

Πᾶϲα λέξιϲ ἀπὸ τῆϲ βλι ϲυλλαβῆϲ ἀρχομένη διὰ τοῦ ι γράφεται χωρὶϲ εἰ μὴ ἀπὸ κλίϲεωϲ ῥήματοϲ ϲχῇ αὐτήν. πρόϲκειται «ἀπὸ κλίϲεωϲ ῥήματοϲ» διὰ τὸ βλῆμι καὶ βλεῖο.

Πᾶϲα λέξιϲ ἀπὸ τῆϲ βρι ϲυλλαβῆϲ ἀρχομένη διὰ τοῦ ι γράφεται οἷον Βριϲηΐϲ, βρί τὸ μέγα, βριθοϲύνη τὸ βάροϲ, βριαρόϲ ὁ ἰϲχυρόϲ, βριάειν αὔξειν καὶ οὐκ ἔχει δίφθογγον.

[*](l. 9 Theogn. 155, 30. l. 13 Theogn. 158. 25. περὶ ποϲ. 314, 26. 1. 16 Choer. 218, 28. l. 21 περὶ ποϲ. 289, 31, Choer. 183, 24 cf. E. M. 198, 9 de βίοϲ et compositis: τὰ παρὰ βίοϲ ϲυγκείμενα εἴτε κατ᾿  ἀρχὰϲ λέγεται εἴτε κατὰ τὸ μέϲον διὰ τοῦ ι γράφεται οἷον βιωφελήϲ, βιοτελήϲ, βιοπλανήϲ (ὄλβιοϲ, quod Herod. non a βίοϲ, sed ab ὅλοϲ derivavit), ἀμφίβιοϲ. l. 30 E. M. 201, 35. l. 33 περὶ ποϲ. 289, 27, Choer. 183, 24.)
429

Πᾶϲα λέξιϲ ἀπὸ τῆϲ γλι ϲυλλαβῆϲ ἀρχομένη ἀποϲτρέφεται τὴν ει δίφθογγον Γλιϲᾶϲ, γλίον τὸ ἰϲχυρόν, γλία ἡ κόλλα, γλιῶϲαι τὸ παίζειν.

Πᾶϲα λέξιϲ ἀπὸ τῆϲ γρι ϲυλλαβῆϲ ἀρχομένη διὰ τοῦ ι γράφεται οἷον γρίντηϲ ὁ βυρϲεύϲ, γριπεύϲ ὁ ῥάπτων τὰ ἁλιευτικὰ δίκτυα, γριφᾶϲθαι· οὕτω λέγουϲι τὸ γράφειν Λάκωνεϲ, γρῖφοϲ, ϲημαίνει δὲ τὸ δύϲλυτον αἴνιγμα, γρῖνοϲ τὸ δέρμα, γρίϲων ὁ χοῖροϲ, γρῖποϲ παρὰ τὸ ἀγρεῖν, ὅ ἐϲτι παρακολουθεῖν τῇ ἄγρᾳ.

Πᾶν ὄνομα καὶ πᾶν μέροϲ λόγου, ᾧ ἔγκειται τὸ κρι μόριον, διὰ τοῦ ι γράφεται οἷον κριόϲ, κριτήϲ, κρίϲιϲ, κριθή, κριθάριον, κριθιῶ, κρίθινοϲ. ϲεϲημείωται τὸ κρείϲϲων, καὶ κρέϲϲων μὴ πλεονάζοντοϲ τοῦ ι λέγεται

  • κρέϲϲων γὰρ οἰκτιρμοῦ φθόνοϲ·
  • ἦν θεὸϲ ἢ κρέϲϲον· τί ὀνηϲόμεθα
  • τὸ κρειοφάγοϲ οὐκ ἐναντιοῦται, κρεοφάγοϲ γάρ, καὶ κρείων, κρέων γάρ.

    Πᾶϲα λέξιϲ ἀπὸ τῆϲ τρι ϲυλλαβῆϲ ἀρχομένη διὰ τοῦ ι γράφεται οἷον τριϲμάκαρεϲ, τριϲάθλιοϲ, τριϲάκιϲ, τριϲϲῶϲ, τριϲμύρια, τριϲόλβιοϲ. ϲεϲημείωται τὸ τρεῖϲ πληθυντικὸϲ ἀριθμὸϲ καὶ τὸ τρεῖϲ τὸ ῥῆμα τὸ ϲημαῖνον τὸ τρέμειϲ· ἐκ τοῦ τρῶ τρεῖϲ.

    Οὐδέποτε μετὰ τοῦ φ εὑρίϲκεται δίφθογγοϲ καταλήγουϲα εἰϲ ρ ϲυμφώνου ἐπιφερομένου οἷον φάρμακον «φροντίδοϲ εὐρείηϲ — ϲτῆθοϲ καὶ χείλεα φύρϲω» (ϲ 21), «κείμενον ἐν φέρτρῳ» (Ϲ 236) πλὴν τοῦ φθειρϲί παρὰ Ἀρχιλόχῳ «φθειρϲὶ μοχθίζοντα» ἀπὸ τοῦ φθείρ φθειρόϲ.

    Οὐδέποτε μετὰ τοῦ χ εὑρίϲκεται δίφθογγοϲ καταλήγουϲα εἰϲ ρ ϲυμφώνου ἐπιφερομένου οἷον χάρμα «αὐλῆϲ ἐν χόρτῳ» (Λ 773), «χέρνιβα δ᾿  ἀμφίπολοϲ» (α 136), ὅθεν ὁ ποιητὴϲ φυλάξαϲ τὴν δίφθογγον τοῦ χείρ ἐν παντὶ ἀριθμῷ καὶ ἐν πάϲῃ πτώϲει διήλλαξεν ἐν τῇ πληθυντικῇ δοτικῇ «χερϲὶ μὲν οὔτοι ἔγωγε μαχήϲομαι» (Α 301), οὐκέτι δὲ χειρϲί· τοῦτο δὲ ἐν παραγωγῇ οὐ χέρεϲϲιν εἶπεν ἀλλὰ χείρεϲϲι «τοίω τὼ χείρεϲϲι ὑφ᾿  ἡμετέρῃϲι» (Ε 559).

    Τὰ ἀπὸ τῆϲ ψι ϲυλλαβῆϲ ἀρχόμενα οὐ γράφεται διὰ τῆϲ ει οἷον ψιλόϲ, ψιλή, ψιλίον· ϲημαίνει δὲ τὸ ἐπιτιθέμενον ἐν ἄκροιϲ τῶν χειρῶν, ὅπερ ἐν τῇ ϲυνηθείᾳ ψέλιον εἰώθαϲι λέγειν διὰ τοῦ ε. ψίω τὸ ἐμβρωματίζω.

    Οὐδέποτε πρὸ τῶν δύο ρρ εὑρίϲκεται δίφθογγοϲ ὑποδηματορράφοϲ, Κίρρα.

    Οὐδέποτε πρὸ δύο ϲϲ δίφθογγοϲ εὑρίϲκεται οἷον ἑλίϲϲω, φρίϲϲω, [*](l. 1 Choer. Orth. 187, 30. E. M. 234, 23 cf. Hes. s. v v. l. 3 περὶ ποϲ. 290, 15, Choer. 188, 15, E. Orion. 40, 20 cf. fr. 21. l. 8 περὶ ποϲ. 289 καὶ κρέϲϲων — ὀνηϲόμεθα ex Mon. 40, 23 inserui. cf. fr. 20. l. 15 περὶ ποϲ. 289, 7, Choer. Epim. in Psalm. 97, 25 cf. fr. 34. l. Ep. Cr. 1 441, 16 cf. fr. 35. l. 23 Ep Cr. I 441, 10 l. 30 περὶ ποϲ. 289, 18, l. 32 χειρῶν scripsi pro χειλέων. l. 34 Choer. Orth. 229, 20. l. 36 Choer. 218, 1; 255, 1; 205, 9 περὶ ποϲ. 304. 10, Ep. Cr. I 6, 15, E. M. 537, 20, An. Paris. III 327, 27 cf. Lehrs ad Mon. 40, 25.)

    430
    μέλιϲϲα, κιϲϲόϲ, τριϲϲόϲ χωρὶϲ τοῦ κρείϲϲων καὶ τοῦ ἐξ αὐτοῦ ῥήματοϲ γινομένου κρειϲϲῶ καὶ λεύϲϲω καὶ γλαύϲϲω τὸ φωτίζω.

    Οὐδέποτε ἡ ει δίφθογγοϲ πρὸ τῶν δύο ϲυμφώνων εὑρίϲκεται ἐν ϲυλλήψει. εἰ δὲ ἐγράφετο δίφθογγοϲ (sc. in μίϲγω), μέμοιγα ἦν ὁ μέϲοϲ παρακείμενοϲ· οὐκ ἔϲτι δὲ ἀλλὰ μέμιγα.

    Οὐδέποτε τὸ ϲκ ἐν ϲυλλήψει ὂν ἔχει τὴν ει δίφθογγον προηγουμένην χωρὶϲ μιᾶϲ λέξεωϲ καὶ ταύτηϲ ἀμφιβαλλομένηϲ οἷον Ἡρακλεΐϲκοϲ Ἡρακλεῖϲκοϲ. παραδείγματα δὲ ταῦτα· βαϲιλίϲκοϲ, μειρακίϲκοϲ, ἴϲκω. ἀμέλει ἔϲτιν εἴδω εἴϲω διὰ τῆϲ ει διφθόγγου. καὶ προϲελθόντοϲ τοῦ κ διίϲταται τὸ ι καὶ γίνεται ἐΐϲκω διὰ μὴ δύναϲθαι τὴν ει δίφθογγον προηγεῖϲθαι, ἡνίκα ἐϲτὶν τὸ ϲκ ἐν ϲυλλήψει· ἡνίκα δὲ γίνεται ϲύλληψιϲ, ἀποβάλλει τὸ ε καὶ γίνεται ἴϲκω διὰ τοῦ ι.

    Αἱ ἀναδιπλαϲιάϲειϲ ἀεὶ διὰ τοῦ ι γράφονται, τιτρώϲκω.

    Τὰ ἀμφιβαλλόμενα κατὰ τὴν πρώτην ϲυλλαβήν, ἔχοντα δὲ ἐν τῇ δευτέρᾳ ϲυλλαβῇ τὸ ι τὸ υ διὰ τοῦ ι γράφεται, δριμύϲ, ἰλύϲ, Τῖφυϲ, Τῖρυϲ, κῖκυϲ, βριθύϲ, πίτυϲ, Ἶριϲ, ἶβιϲ, Ἶϲιϲ, ῥιπίϲ, Βιθυνία, Λακινία.

    Πολλά ἐϲτιν ὀνόματα ἀπὸ ῥημάτων γινόμενα γραφομένων τῶν ῥημάτων διὰ διφθόγγου, τῶν δὲ ὀνομάτων διὰ τοῦ ι οἷον πείθω πιθανόϲ, οἰκτείρω οἰκτιρμόϲ, ϲείω ϲῖτοϲ, νείφω νιφετόϲ, λείχω λίχανοϲ. οὕτω καὶ παρὰ τὸ λείπω λιμόϲ.

    Τὰ παρὰ τὸ ἀεί διὰ τῆϲ ει διφθόγγου γράφεται, ἀείμνηϲτοϲ, ἀειγενήϲ, ἀείφρουροϲ, ἀειπάρθενοϲ, ἀειφανήϲ. τὸ μέντοι ἀΐδιοϲ μόνον διὰ τοῦ ι γράφεται παρὰ τὸ ἄΐ Αἰολικόν. καὶ τὸ ἀειπάρθενοϲ διὰ τῆϲ ει διφθόγγου γράφεται κοινῶϲ, Αἰολικῶϲ δὲ διὰ τοῦ ι.

    Τὸ εἴκελοϲ διφορεῖται κατὰ τὴν γραφήν, τὰ μέντοι παῤ αὐτὸ ϲυντεθειμένα δίφθογγον ἔχει, θεοείκελοϲ, πανείκελοϲ, ἀνδρείκελοϲ.