Περὶ ὀρθογραφίας

Aelius Herodianus

Aelius Herodianus, Περὶ ὀρθογραφίας, Grammatici Graeci 3.2, Lentz, Teubner, 1868

52. E. M. 770, 36: Τρῳάϲ: τὸ μὲν Τρῳαί ϲημαίνει τὰϲ Τρωΐκὰϲ γυναῖκαϲ ἢ ἵππουϲ, τὸ δὲ δμῳαί τὰϲ δούλαϲ. καὶ οὐκ ὤφειλεν ἔχειν τὸ ι, ὅτι ἐϲτὶ Τρώϲ Τρωόϲ καὶ δμώϲ δμωόϲ χωρὶϲ τοῦ ι καὶ μετάγεται ἡ γενικὴ εἰϲ εὐθεῖαν καὶ γίνεται Τρωόϲ καὶ δμωόϲ χωρὶϲ τοῦ ι. λέγει δὲ ὁ τεχνικόϲ, ὅτι ἔχει τὸ ι, ἐπειδὴ εὕρηται κατὰ διάϲταϲιν «Τρωϊάδαϲ γυναῖκαϲ» (Il. Ι 139) καὶ ἵππουϲ. καὶ Τρῳούϲ ἀντὶ τοῦ Τρωικοὺϲ ἢ ἄνδραϲ ἢ ἵππουϲ (Ψ 291). ἀποβολῇ τοῦ κ Τρωΐουϲ καὶ ϲυναιρέϲει Τρῳούϲ.