Περὶ ὀρθογραφίας

Aelius Herodianus

Aelius Herodianus, Περὶ ὀρθογραφίας, Grammatici Graeci 3.2, Lentz, Teubner, 1868

51. E. M. 263, 48: Δηώ ἡ Δημήτηρ· καὶ διφορεῖται, ὥϲ φηϲιν ὁ τεχνικόϲ. οἶδε γὰρ ἡ παράδοϲιϲ τὸ η μετὰ τοῦ ῖ καὶ χωρίϲ. καὶ εἰ μὲν μὴ ἔχει τὸ ι, λέγει ὅτι ἐϲτὶ παρὰ τὸ δήω τὸ ϲημαῖνον τὸ εὑρίϲκω. καὶ γὰρ ἡνίκα περιήρχετο εἰϲ ζήτηϲιν τῆϲ θυγατρὸϲ αὐτῆϲ, κατ᾿  εὐφημιϲμὸν ἔλεγον πάντεϲ «δήειϲ» τουτέϲτιν εὑρήϲειϲ. ἢ ἐπειδὴ αὕτη ἐφεῦρε τὸν ϲῖτον. εἰ δὲ ἔχει τὸ ι, λέγεται ὅτι γέγονε παρὰ τὸ δαίω τὸ κόπτω κατὰ τροπὴν Ἰωνικὴν τοῦ α εἰϲ η. καὶ γὰρ ἡ Δημήτηρ γῆ ἐϲτιν. ἡ δὲ γῆ διακόπτεται ἐν τῷ ἀροτριᾶϲθαι. ἢ παρὰ τὸ δαίω τὸ καίω, ὅτι μετὰ λαμπάδων ἐζήτει τὴν θυγατέρα κτλ.