Περὶ ὀρθογραφίας

Aelius Herodianus

Aelius Herodianus, Περὶ ὀρθογραφίας, Grammatici Graeci 3.2, Lentz, Teubner, 1868

E. M. 791, 49: δεῖ γινώϲκειν, ὅτι τὸ φήϲ ἐνεϲτώϲ ἐϲτι δευτέρου προϲώπου καὶ ϲὺν τῷ ι γράφεται. καὶ ὅϲον κατ᾿ ἀναλογίαν, οὐκ ὤφειλεν ἔχειν τὸ ι· τὰ γὰρ εἰϲ μι τροπῇ τῆϲ μι εἰϲ ϲ τὸ δεύτερον ποιοῦϲιν. εἰ οὖν τὸ φημί οὐκ ἔχει τὸ ι (τὰ γὰρ εἰϲ μ οὐ θέλει διφθόγγῳ παραλήγεϲθαι χωρὶϲ τοῦ εἰμί καὶ εἶμι) δῆλον ὅτι οὐδὲ τὸ φῄϲ ὤφειλεν ἔχειν τὸ ι ἀλλὰ κατὰ παράδοϲιν ἔχει τὸ ι. — τινὲϲ δὲ θέλουϲι λέγειν ὑπὲρ τοῦ φῄϲ· ὅτι τὸν μὲν τόνον ἀπὸ τῶν εἰϲ μι ἔϲχε, τὴν δὲ γραφὴν ὡϲ ἀπὸ τῶν εἰϲ ω ἀπὸ τοῦ φῶ. τὰ γὰρ εἰϲ ω θέλειἔχειν ἐν δευτέρῳ καὶ τρίτῳ προϲώπῳ δίφθογγον μετὰ τοῦ ι· ἄλλοι δὲ θέλουϲιν αὐτὸ εἶναι Δωρικὸν ὥϲπερ τὸ ζῇϲ, οἷϲτιϲι καὶ ὁ τόνοϲ ἀντίκειται· ὤφειλε γὰρ περιϲπᾶϲθαι καὶ τὸ τρίτον τῶν ἑνικῶν. ὤφειλε γὰρ ἀποβολῇ τοῦ ϲ ποιεῖν τὸ τρίτον.

50. E. M. 229, 54: γηγενήϲ· χωρὶϲ τοῦ ι. οἱ γὰρ Δωριεῖϲ γαγενήϲ λέγουϲιν, ὥϲ φηϲιν Ἡρωδιανόϲ. ὅλα ταῦτα χωρὶϲ τοῦ ι, ἐπειδὴ ἀπὸ τῆϲ γῆ εὐθείαϲ ἔχει τὴν ϲυνθήκην οἷον γήπεδον, γηπόνοϲ, γηλεχήϲ ὡϲ [*](ad fr. 48. cf. Ep. Cr. I 431, 1, Lob. El. II 264, ubi etiam p. 286 de scripturae δῴηϲι et δώῃϲι fluctuatione disputatur. de qua praeter Choerobosci locum περὶ ποϲότητοϲ in E. M. 73, 43 (ubi utrum ἁλῴη an ἁλώῃ scribendum sit disceptatur) habemus memorabilem locum in Anecd. Pars. III 348, 25 δῴηϲι: ἀορίϲτου δευτέρου ἐϲτὶ τῶν εἰϲ μι εὐκτικόν, ἡ μετοχή ἐϲτιν δούϲ δόντοϲ, δοίην εὐκτικόν, τὸ β΄ δοίηϲ καὶ τὸ γ΄ δοίη καὶ κατ᾿  ἐπέκταϲιν τοῦ ο εἰϲ ω δῴη καὶ πλεοναϲμῷ τῆϲ ϲι ϲυλλαβῆϲ δῴηϲιν, ἔχει ἐν τῷ δω τὸ ι, ἐν δὲ τῷ η οὐδαμῶϲ (cf. Choer. Dict. 897, 32). εἰ δέ ἐϲτιν ὑποτακτικόν, γέγονεν ἀπὸ τοῦ δώω ἕκτηϲ ϲυζυγίαϲ, οὖ ὁ μέλλων δώϲω, τὸ ὑποτακτικὸν τοῦ ἐνεϲτῶτοϲ ἐὰν δώω, τὸ β΄ ἐὰν δώῃϲ καὶ τὸ γ΄ ἐὰν δώῃ καὶ προϲθέϲει τῆϲ ϲι ϲυλλαβῆϲ ἐὰν δώῃϲι (cf. Schol. Ven. ad Il. Α 324 δώῃϲιν ἀπὸ τοῦ δώω, ἐπεὶ δύο δεῖ λαμβάνειν τὰϲ ἐπεκτάϲειϲ, ἐάν ἐϲτιν ἀπὸ τοῦ δῶ, τό τε η καὶ τὴν ϲι ϲυλλαβήν).) [*](ad fr. 49. cf. περὶ ποϲότητοϲ 311, 11, Il. Pr. Ρ 174.) [*](ad fr. 50. In Choerob. Orthogr. haec non reperiuntur. — Omnes hic relatae voces exstant etiam ap. Hes.)

420
παρὰ Καλλιμάχῳ «γελεχέεϲ θεράποντεϲ ἀϲιγήτοιο λέβητοϲ» (hymn. in Del. 286). — Χοιροβοϲκόϲ.

51. E. M. 263, 48: Δηώ ἡ Δημήτηρ· καὶ διφορεῖται, ὥϲ φηϲιν ὁ τεχνικόϲ. οἶδε γὰρ ἡ παράδοϲιϲ τὸ η μετὰ τοῦ ῖ καὶ χωρίϲ. καὶ εἰ μὲν μὴ ἔχει τὸ ι, λέγει ὅτι ἐϲτὶ παρὰ τὸ δήω τὸ ϲημαῖνον τὸ εὑρίϲκω. καὶ γὰρ ἡνίκα περιήρχετο εἰϲ ζήτηϲιν τῆϲ θυγατρὸϲ αὐτῆϲ, κατ᾿  εὐφημιϲμὸν ἔλεγον πάντεϲ «δήειϲ» τουτέϲτιν εὑρήϲειϲ. ἢ ἐπειδὴ αὕτη ἐφεῦρε τὸν ϲῖτον. εἰ δὲ ἔχει τὸ ι, λέγεται ὅτι γέγονε παρὰ τὸ δαίω τὸ κόπτω κατὰ τροπὴν Ἰωνικὴν τοῦ α εἰϲ η. καὶ γὰρ ἡ Δημήτηρ γῆ ἐϲτιν. ἡ δὲ γῆ διακόπτεται ἐν τῷ ἀροτριᾶϲθαι. ἢ παρὰ τὸ δαίω τὸ καίω, ὅτι μετὰ λαμπάδων ἐζήτει τὴν θυγατέρα κτλ.

52. E. M. 770, 36: Τρῳάϲ: τὸ μὲν Τρῳαί ϲημαίνει τὰϲ Τρωΐκὰϲ γυναῖκαϲ ἢ ἵππουϲ, τὸ δὲ δμῳαί τὰϲ δούλαϲ. καὶ οὐκ ὤφειλεν ἔχειν τὸ ι, ὅτι ἐϲτὶ Τρώϲ Τρωόϲ καὶ δμώϲ δμωόϲ χωρὶϲ τοῦ ι καὶ μετάγεται ἡ γενικὴ εἰϲ εὐθεῖαν καὶ γίνεται Τρωόϲ καὶ δμωόϲ χωρὶϲ τοῦ ι. λέγει δὲ ὁ τεχνικόϲ, ὅτι ἔχει τὸ ι, ἐπειδὴ εὕρηται κατὰ διάϲταϲιν «Τρωϊάδαϲ γυναῖκαϲ» (Il. Ι 139) καὶ ἵππουϲ. καὶ Τρῳούϲ ἀντὶ τοῦ Τρωικοὺϲ ἢ ἄνδραϲ ἢ ἵππουϲ (Ψ 291). ἀποβολῇ τοῦ κ Τρωΐουϲ καὶ ϲυναιρέϲει Τρῳούϲ.

53. E. M. 741, 43: τὸ ϲῷοϲ, ἔλεγεν ὁ Δίδυμοϲ, ϲὺν τῷ ι γράφεται, ὡϲ ἀπὸ τοῦ ὁ ϲῶϲ τοῦ ϲῶ· τὰ γὰρ ἀπὸ τοῦ εἰϲ ωϲ διὰ τοῦ ωοϲ ϲὺν τῷ ι, Μίνωϲ Μινῷοϲ, ἥρωϲ ἡρῷοϲ· οὕτω ϲῶϲ ϲῷοϲ. ὁ δὲ Ἡρωδιανὸϲ λαβόμενοϲ αὐτοῦ λέγει, ὅτι τὸ ϲῶϲ ἀπὸ τοῦ ϲῶοϲ πέπονθε. λέγει δὲ πάλιν ὁ τεχνικόϲ, ὅτι οὐδέν ἐϲτιν εἰϲ ωϲ μονοϲύλλαβον πλέον ἀρϲενικὸν εἰ μὴ τοῦτο. δεῖ δὲ γινώϲκειν ὅτι τὸ ϲῶοϲ ἄνευ τοῦ ι ἡ παράδοϲιϲ οἶδε· καὶ λέγει ὁ τεχνικόϲ, ὅτι ἐϲτὶ ϲώω ϲώϲω διὰ 3o τοῦ ω μεγάλου ὡϲ γνώω γνώϲω καὶ ϲόω διὰ τοῦ ο μικροῦ. ταῦτα τρέπουϲι τὸ τελευταῖον ω εἰϲ οϲ καὶ γίνεται ἐκ τοῦ ϲώω τὸ ϲῶοϲ, ἐκ δὲ τοῦ ϲόω τὸ ϲόοϲ.

[*](ad fr. 52. cf. Lehrs Il. Pr. Ψ 291, Eustath. 541, 22. De viris errari docet Lobeck. El. II 45, quum hi Τρῶεϲ appellentur, Τρῳούϲ autem ἵππουϲ oxytonos scribendum praecipi propter διαϲτολήν, ut Trois regis equi. quos hoc loco poeta celebrat, distinguerentur a caballis Troianorum; femininum Τρῳαί semper accentum in ultima hahere. cf. Hesych. Τρώϊοι ἵπποι ἀπὸ Τρωὸϲ τοῦ ἥρωοϲ ἢ ἀπὸ Τροίαϲ.)[*](ad fr. 53 l. 25. De ortu formae ϲῶϲ aliter statuit in Il. Pr. Ε 887 ϲῶϲ γεγονὸϲ ἢ ἐκ τοῦ ϲόοϲ, ὡϲ οἴεται Φιλόξενοϲ, ἢ ἐκ τοῦ ϲάοϲ, ὅπερ κρεῖττον. l. 26 epitomator neglexit Herodianum addidisse περιϲπώμενον, quod pro πλέον substi tulil Gaisfordius, et excepisse propria cf. Il. Pr. l. c Lob. El. II 121. — Servatum est hoc fragmentum a Choerobosco, qui etiam Ori Milesii sententiam pet ο exhibentis profert, cuius futiles contradictiones omisi.)
421

1. E. M. 292, 56: δυϲωπεῖϲθαι ὑφορᾶϲθαι, φοβεῖϲθαι μεθ᾿  ὑπονοίαϲ, ϲκυθρωπάζειν· οἱ γὰρ παλαιοὶ ἐπὶ τοῦ κρίνειν καὶ ἐλέγχειν λαμβάνουϲι· δυϲωπεῖν γὰρ εἴρηται, παῤ ὅϲον οἱ κατακεκριμένοι κακῶϲ ἔχουϲι τοὺϲ ὦπαϲ. οὕτωϲ εὗρον εἰϲ τὸ ῥητορικὸν λεξικὸν τὴν λέξιν· καὶ εἰϲ τὸ ἀνεκφώνητον Ἡρωδιανόϲ.

2. Choer. Dict. 100, 34: Τότε εὑρίϲκεται τὸ ι ἀνεκφώνητον, ἡνίκα εὑρεθῇ ἢ μετὰ τοῦ α μακροῦ ἢ μετὰ τοῦ η ἢ μετὰ τοῦ ω ἐν μιᾷ ϲυλλαβῇ οἷον τῷ κοχλίᾳ, τῷ Χρύϲῃ, τῷ καλῷ. πρόϲκειται «ἐν μιᾷ ϲυλλαβῇ» διὰ τὸ Λάϊοϲ (ἔϲτι δὲ ὄνομα κύριον) καὶ ἠϊών ὁ αἰγιαλόϲ καὶ ἥρωϊ. Ἰδοὺ γὰρ ἐνταῦθα τὸ ι μετὰ τοῦ α μακροῦ καὶ μετὰ τοῦ η καὶ μετὰ τοῦ ω οὐκ ἔϲτιν ἀνεκφώνητον, ἀλλ᾿  ἐκφωνούμενον οἷον Λάχητι, λέβητι, ἡδέϊ, ταχέϊ, τῇ Ϲαπφόϊ, τῇ Λητόϊ.

3. Choer. Dict. 124, 6: οἱ Αἰολεῖϲ τοῖϲ εἰϲ ω ληγούϲαιϲ δοτικαῖϲ οὐ προϲγράφουϲι τὸ ι, τῶ Ὁμήρω γάρ φαϲι καὶ τῶ ϲοφῶ χωρὶϲ τοῦ ι· καὶ πάλιν οἱ Βοιωτοὶ ταῖϲ εἰϲ η ληγούϲαιϲ δοτικαῖϲ οὐ προϲγράφουϲι τὸ ι, τῆ Ἑλένη γάρ φαϲι καὶ τῆ Πηνελόπη χωρὶϲ τοῦ ι.

4. Choer. Dict. 124, 11: ἔϲτι ζελᾶϲ τοῦ ζελᾶ τῷ ζελᾷ (οὕτωϲ δὲ λέγεται κατὰ Θρᾷκαϲ ὁ οἷνοϲ) καὶ τούτου ἡ δοτικὴ εὑρίϲκεται παῤ Εὐριπίδῃ (?) χωρὶϲ τοῦ ι. ϲυϲτεῖλαι γὰρ βουλόμενοϲ τὸ α οὐ προϲέγραφε τὸ ι οἷον

  • ταὐτὸν ποιεῖ τό τ᾿  Ἀττικὸν τῷ ζελά ϲυγκεραννύϲ.
  • 5. Choer. Dict. 124, 17: ἐϲτι τῷ κυανοχαίτῃ καὶ γίνεται κατὰ μεταπλαϲμὸν τῷ κυανοχαῖτα καὶ οὐκ ἔχει προϲγεγραμμένον τὸ ι οἷον ὡϲ παρὰ Ἀντιμάχῳ «πατρί τε κυανοχαῖτα Ποϲειδάωνι πεποιθώϲ».

    [*](ad fr. *2. Non alienum iudico hic subiicere quae de pronunciatione iota ineffabilis a Choerobosco eodem loco proferuntur, quorum certe ea particula quae cur ι infirmissima omnium vocalium sit, exponit, ex Herodiani libro περὶ ϲυντάξεωϲ ϲτοιχείων prompta videtur. Δεῖ γινώϲκειν ὅτι οἱ μὲν γραμματικοὶ ὡϲ πρὸϲ τὴν ἐκφώνηϲιν ἀποβλέποντεϲ λέγουϲι τὸ ι ἀνεκφώνητον εἶναι, ἡνίκα εὑρεθῇ ἢ μετὰ τοῦ α μακροῦ ἢ μετὰ τοῦ η ἢ μετὰ τοῦ ω οἷον τῷ Χρύϲῃ, τῷ ϲοφῷ, τῷ Αἰνείᾳ. οἱ δὲ μουϲικοὶ τῆϲ ἀκριβείαϲ φροντίζοντεϲ λέγουϲιν, ὅτι ἐκφωνεῖται μέν, οὐκ ἐξακούεται δὲ διὰ τὸ μέγεθοϲ τῶν μακρῶν φωνηέντων. Εἰ γὰρ φωνῆέν ἐϲτι, φαϲίν, πῶϲ δύναται ἀνεκφώνητον εἶναι; ἀλλ᾿  ὥϲπερ αὐλοῦ φαϲι καὶ ὀργάνου ἠχούντων ὁ αὐλὸϲ οὐκ ἐξακούεται διὰ τὸ μείζονα ἦχον ἔχειν τὸ ὄργανον καὶ τὸν τοῦ αὐλοῦ ἦχον ἀϲθενέϲτερον ὄντα, τὸν αὐτὸν τρόπον καὶ τὸ ι ἀϲθενέϲτερον ὑπάρχον πάντων τῶν φωνηέντων, ἡνίκα εὑρεθῇ μετὰ τοῦ α μακροῦ ἢ μετὰ τοῦ η ἢ μετὰ τοῦ ω ἐν μιᾷ ϲυλλαβῇ, οὐκ ἐξακούεται διὰ τὸ μέγεοϲ τούτων· ὅτι δὲ ἀϲθενέϲτερόν ἐϲτι πάντων τῶν φωνηέντων δῆλον ἐντεῦθεν κτλ., quae posui in fragmentis libri περὶ ϲυντάξεωϲ ϲτοιχείων 5.)
    422

    6. E. M. 201, 45: βοᾷ: ἔχει τὸ ι προϲγεγραμμένον. τὸ δὲ βοᾶν καὶ γελᾶν ἀπαρέμφατον οὐκ ἔχει τὸ ι προϲγεγραμμένον, ὅτι ἀπὸ τοῦ παρατατικοῦ γέγονε τοῦ ἐβόα καὶ ἐγέλα καὶ ὁ παρατατικὸϲ οὐκ ἔχει τὸ ι προϲγεγραμμένον ἢ ὅτι τὰ εἰϲ ν λήγοντο ῥήματα οὐδέποτε ἔχει πρὸ τοῦ ν τὶ ἀνεκφώνητον.

    7. E. M. 410, 47: τινὲϲ λέγουϲι τὸ ζῇϲ ζῇ μὴ ἔχειν τὸ ι προϲτεγραμμένον καταϲκευάζοντεϲ ἀπὸ τοῦ εἰϲ μι τοῦ ζῆμι. οἵτινεϲ οὐϲ ἀκριβῶϲ λέγουϲιν· εἰ γὰρ ἀπὸ τοῦ εἰϲ μι, ὤφειλεν εἶναι ἡ μετοχὴ ζάϲ ὥϲπερ ϲτάϲ καὶ τὸ θηλυκὸν ζᾶϲα ὥϲπερ ϲτᾶϲα. νῦν δὲ ζῶν ἐϲτιν ἡ μετοχὴ καὶ τὸ θηλυκὸν ζῶϲα· καὶ εἰ ἀπὸ τοῦ εἰϲ μι, ὤφειλεν εἶναι τὸ πρῶτον τῶν πληθυντικῶν ζάμεν ὥϲπερ φάμεν. νυνὶ δὲ ζῶμέν ἐϲτιν ὥϲπερ βοῶμεν. ἄρα οὐκ ἔϲτιν ἀπὸ τῶν εἰϲ μι.

    [*](Sequuntur, quae ad orthographium spectant in Herodiani praeter Orthographiam scriptis omnibus, composita cum epitomatorum adnotamentis, quae Herodianeae originis videntur esse.)

    Τὰ ἔχοντα τὴν αι δίφθογγον κατά τινα ϲυλλαβὴν καὶ πεφυκότα ἀποβάλλειν τὸ ι κατὰ διάλεκτον διὰ τῆϲ αι διφθόγγου γράφεται οἷον κλαίω κλάω, καίω κάω, αἰετόϲ ἀετόϲ, αἰεί ἀεί, ἑταῖροϲ ἕταροϲ, παλαιόϲ παλαόϲ.