Περὶ ὀρθογραφίας

Aelius Herodianus

Aelius Herodianus, Περὶ ὀρθογραφίας, Grammatici Graeci 3.2, Lentz, Teubner, 1868

33. E. M. 520, 15: κλίϲιον: ὁ μὲν τεχνικὸϲ διὰ τῆϲ ει διφθόγγου γράφει, ὁ δὲ Ἡρωδιανὸϲ διὰ τοῦ ι· λέγει ὅτι παρὰ τὸ κλείω ἐϲτίν, ὃ ϲημαίνει τὸ περιέχω. καὶ ἐκεῖθεν κλιϲιάϲ καὶ κλίϲιον τὸ ὑποκοριϲτικόν. τοῦτο παρὰ μὲν Ὁμήρῳ ϲυϲτέλλει τὸ ι καὶ προπαροξύνεται οἷον «περὶ δὲ κλίϲιον θέε πάντῃ» (ω 208), παρὰ δὲ τοῖϲ Ἀττικοῖϲ ἐκτείνεται τὸ ι καὶ παροξύνεται ὡϲ τὸ θηρίον· τὰ γὰρ διὰ τοῦ ι παρώνυμα τρβράχεα προπαροξύνεται ϲτόμα ϲτόμιον, θρόνοϲ θρόνιον, πτύξ πτυχόϲ πτύχιον. οὕτωϲ καὶ κλιϲιάϲ κλίϲιον· τὰ δὲ δακτυλικὰ πρὸ μιᾶϲ ἔχει τὸν τόνον.