Περὶ ὀρθογραφίας

Aelius Herodianus

Aelius Herodianus, Περὶ ὀρθογραφίας, Grammatici Graeci 3.2, Lentz, Teubner, 1868

αἴγειροϲ: διὰ διφθόγγου τὰ δύο· εὕρηται γὰρ καὶ χωρὶϲ τοῦ ι οἷον «καὶ αἰγέρων ἔφυϲαν εὐγενέϲτεραι» καὶ κατὰ πλεοναϲμὸν τοῦ ι αἴγειροϲ· τὰ γὰρ εἰϲ ροϲ ῥηματικὰ τῇ ει διφθόγγῳ θέλουϲι παραλήγεϲθαι· οἷον ἀΐϲϲω αἴγειροϲ, μάϲϲω μάγειροϲ, ὀνῶ ὄνειροϲ· τὸ δὲ αι τῆϲ πρώτηϲ ϲυλλαβῆϲ γέγονεν ἀπὸ τοῦ ἀΐϲϲω αἴγειροϲ κατὰ κρᾶϲιν.