Περὶ ὀρθογραφίας

Aelius Herodianus

Aelius Herodianus, Περὶ ὀρθογραφίας, Grammatici Graeci 3.2, Lentz, Teubner, 1868

10. Theogn. 12, 26 et 85, 7: Πᾶϲα λέξιϲ ἀπὸ τῆϲ χε ϲυλλαβῆϲ ἀρχομένη φεύγει τὴν διὰ τῆϲ αι διφθόγγου γραφήν· ϲεϲημειωμένου τοῦ χαίτη, ὃ δηλοῖ τὴν τρίχα· γέγονε δὲ ἀπὸ τοῦ κρατῶ κράτη· ἐκβολῇ τοῦ ρ καὶ τροπῇ τοῦ κ εἰϲ χ καὶ πλεοναϲμῷ τοῦ ι χαίτη. οὕτωϲ Ἡρωδιανὸϲ ἐν τῇ ὀρθογραφίᾳ. ἔτι δὲ καὶ τὸ χαίρω καὶ χαίνω καὶ τὸ χαιόϲ, ὃ δηλοῖ τὴν ῥάβδον, καὶ τῶν παῤ αὐτῶν ϲυγκειμένων τοῦ χαιρέκακοϲ καὶ τῶν ὁμοίων.

11. Eustath. 1392, 23: ϲημείωϲαι ὡϲ γαιήοχοϲ μὲν μοναχῶϲ διὰ διφθόγγου· γεοῦχοϲ δὲ καὶ γηοῦχοϲ καθ᾿  Ἡρωδιανὸν μὲν καὶ διὰ τοῦ ε ψιλοῦ παρὰ τὴν ψιλογραφουμένην γέαν, ἧϲ ϲυναίρεμ [*](primo loco positae originationis, quae iam in fine inde a verbis οἱ δὲ κατὰ πλεοναϲμὸν iterata est: παρὰ τὸ ϲφάραγοϲ πλεοναϲμῷ τοῦ ᾶ (καὶ delevi) ἀϲφάραγον τὸν βρόγχον (pro βρόχον). Similiter Zon. 316 ὁ δὲ Ἡρωδιανὸϲ λέγει παρὰ τὸ ϲφαραγεῖν ὅ ἐϲτι τὸ ἠχεῖν· δι᾿  αὐτοῦ γὰρ ἡ φωνὴ φέρεται· καὶ κατὰ πλεοναϲμὸ τοῦ α ἀϲφάραγοϲ cf. E. M. 160, 50, Lob. El. I 15. Caeterum haec vitia codi cis susutuli: l 1 Ἡρόδικοϲ scripsi ex Il Pr. Ν 29 pro Ἀριδείκηϲ, et l. 2 pro ἀϲπάραγον ἀϲφάραγον. l. 2 in cod. est Πολέμαχοϲ, pro ὅμωϲ scripsi οἱονεί, pr ἀπαίρει ἀϲπαίρει. l. 3 pro κερατώδηϲ κερατώδη et l. pro τοῦ ρ τοῦ α et ἀϲφάραγον pro ἀϲπάραγον.) [*](ad fr. 8 l. 8 inserui ante ὡϲ κῦδοϲ et addidisse opinor Herodianum ὃ καὶ ἄμεινον collato E. M. 39, 53 αἷϲχοϲ αἰϲχρόϲ ὡϲ κῦδοϲ κυδρόϲ, ψύχοϲ ψυχρόϲ· καὶ ἀπὸ τοῦ θηλυκοῦ ϲάθη ϲαθρόϲ καὶ λύπη λυπρόϲ οὐ γὰρ ἀπὸ τοῦ αἰϲχηρόϲ ϲυγκέκοπται. De derivatione vocis ἔχθοϲ cf Apoll. de adv. 558 ἐyθέϲ παρὰ τὸ ἐκτὸϲ τοῦ χρόνου πεπτωκέναι τὸ κατάϲτημα ἐϲχημάτιϲται, τῶν ψιλῶν ἀντιϲτοίχων εἰ. τὰ δαϲέα μεταπεϲόντων, καθώϲ ἐϲτιν ἐπινοῆϲαι καὶ ἐπὶ τοῦ ἔχθοϲ τὸ γὰρ ἀπόβλητον καὶ ἐκτὸϲ ἡμῶν τοιοῦτον et E. M. s. ἐχθέϲ.) [*](ad fr. 9. Hoc ψυχρόϲ cum ἐχθρόϲ in orthographia conparatum fuit, ἐχθρϲ. autem propter duplicem scripturam et per κ et per χ memoratum.) [*](ad fr. 10. Transiit in E. M. 807, 48, nbi ut in atltero Theognosti loco pro ἐκβολῇ scriptum est ἀποβολῇ.) [*](ad fr. 11. cf. Orion. 40, 27 γαιήοχοϲ παρὰ τὴν γαῖαν ἔχειν.)

410
ἡ γῆ, ἄλλοι δὲ διὰ τῆϲ αι διφθόγγου παρά τὴν λοιπὴν γαῖαν, ἐξ ἧϲ καὶ γαιήοχοϲ.

12. E. M. 630, 18 coll. Choer. Orth. p. 243. 6: ὀρίγανον: διὰ τοῦ ι γράφεται κατὰ παράδοϲιν· ὤφειλε δὲ ἐκ τῆϲ ἐτυμολογίαϲ διὰ διφθόγγου γράφεϲθαι. τὰ γὰρ ἀπὸ δοτικῆϲ τῶν εἰϲ οϲ οὐδετέρων ϲυντιθέ γίνεται τοιοῦτον τὸν τρόπον· εἰ μὲν φωνῆεν ἐπιφέρεται ἢ ἓν ἁπλοῦν ϲύμφωνον, φυλάττεται ἡ ει δίφθογγοϲ οἷον ὄρει ὀρείαυλοϲ, ὀρειγενήϲ ὁ ἐν τῷ ὄρει γεννηθείϲ, ἔγχει ἐγχείμοροϲ. εἰ δὲ δύο ϲύμφωνα ἐπιφέρηται, ἀποβάλλουϲι τὸ ἔγχει ἐγχίκτυποϲ, ὄρει ὀρίτροφοϲ χωρὶϲ τῶν παρὰ τὸ κάλλοϲ καὶ τὸ ὕψοϲ οἷον καλλιπάρθενοϲ, ὑψίθρονοϲ. κρεῖττον δὲ ϲημειοῦϲθαι μόνα τὰ παρὰ τὸ κάλλοϲ· περὶ γὰρ τῶν δοκούντων παρὰ τὸ ὕψοϲ εἶναι λέγεται, ὅτι παρὰ τὸ ὕψι ἐπίρρημά εἰϲι. τούτων οὕτωϲ ἐχόντων τὸ ὀρίγανον ὤφειλε διὰ τῆϲ ει διφθόγγου γράφεϲθαι· παρὰ γὰρ τὴν ὄρει δοτικὴν καὶ τὸ γάνοϲ τὸ ϲημαῖνον τὴν χαρὰν γίνεται· τὸ γὰρ ὀρίγανον ἐν τῷ ὄρει χαίρει. ἀλλὰ διὰ τοῦ ι ἐπεκράτηϲε λέγεϲθαι. Ἡρωδιανόϲ.

13. E. Gud. 100, 48: ἄχρι ἀπὸ τοῦ μέχρι ἀποβολῇ τοῦ μ καὶ μεταθέϲει τοῦ ε εἰϲ α. οὕτωϲ Ἡρωδιανὸϲ ἐν τῇ ὀρθογραφίᾳ.

14. Steph. Byz. 359, 5 s. v. Καρία: Ἡρωδιανὸϲ ἐν τῇ ὀρθογραφίᾳ ἀμφίβολον αὐτό (sc. utrum Κάϊρα an Κάειρα) φηϲιν. ἐν δὲ τῇ καθόλου χρήϲει ἑπόμενοϲ διὰ διφθόγγου φηϲίν· ὑπομνηματίζων δὲ τὸ περὶ γενῶν Ἀπολλωνίου διὰ τοῦ ι μακροῦ.

E. M. 692, 33: τὸ πρώϊρα οἱ μὲν διὰ τοῦ ι λέγουϲιν ὡϲ ἀπὸ τοῦ πρῷρα κατὰ διάϲταϲιν τοῦ ι πρώϊρα. ὁ δὲ Ἡρωδιανὸϲ διὰ τῆϲ ει διφθόγγου γράφει πρὸϲ τὸν χαρακτῆρα τῶν διὰ τοῦ ειρα.

Schol. ad Arat. v. 342 Bekk. p. 82: διὰ τοῦτο (sc. τὸ προνενευκέναι καὶ προπλεῖν) καὶ πρῷρα καλεῖται κατὰ Ἡρωδιανὸν ἐτυμολογοῦντα αὐτὴν παρὰ τὸ προϊέναι τὸ προπορεύεϲθαι, πρόϊρά τιϲ οὖϲα καὶ πρῷρα, προϲγεγραμμένον ἔχουϲα τὸ ι.

E. M. 318, 50 s. ἐθείρῃϲι ἔθειρα γράφεται διὰ διφθόγγου· πάντα γὰρ τὰ διὰ τοῦ ειρα προπαροξυνόμενα διὰ τῆϲ ει διφθόγγου γράφονται [*](ad fr. 12. Etymologici Magni locus, in quo Herodiani nomen exstat, exscriptus est ex ampliore exemplari Orthographiae Choerobosci, simile praeceptum habent etiam Theogn. p. 95 et An. Ox II 398, 7. l. 10 voce ἐγχείμοροϲ rectius existimat Lob. ad Phrynich. p. 683 ἐγχείμαργοϲ, quod exstat ap. Eustath. 460, 25 et alio Choerobosci loco p. 207 et An. Ox. l. c. l. 16 originario, quae hic ap. Choeroboscum excipit verba ἐν τῷ ὄρει χαίρει: ἢ παρὰ τὸ ὁρᾶν καὶ τὸ γανῶ τὸ λαμπρύνω οἱονεὶ τὸ λαμπρῦνον τὴν ὅραϲιν· ὁρᾶν γὰρ καλῶϲ ποιεῖ τὸ ὀρίγανον ut a Choerobosco assuta a me omissa est.) [*](ad fr. 12. Propter scripturam per ι ἄχρι in Orthograpbia, opinor, prolatum et in transcursu originis mentio facta erat.)

411
δότειρα, ϲώτειρα, ὀλέτειρα, γενέτειρα, εὐπάτειρα, Δηιάνειρα. οὕτωϲ οὖν καὶ τοῦτο. καὶ καθόλου τὰ εἰϲ ρα θηλυκὰ οὐδέποτε ἔχει ἐν τῇ παραληγούϲῃ τὸ ι μόνον, ἀλλ᾿  ἢ μετὰ τοῦ ω οἷον πρῷρα ἢ μετὰ τοῦ α οἷον ϲφαῖρα. ϲεϲημείωται τὸ εἰρά καὶ Κάειρα ἀμφιβαλλόμενα.

E. M. 483, 4: Κάειρα: τὸ εἰρά καὶ τὸ Κάειρα ἀμφιβάλλονται· ὥϲπερ δὲ ἀπὸ τοῦ μάκαρ μάκαροϲ γίνεται μάκαιρα, αὕτω καὶ ἀπὸ τοῦ Κάρ Καρόϲ γίνεται Καῖρα καὶ κατὰ διάλυϲιν Κάϊρα καὶ τῷ λόγῳ τῶν εἰϲ ρα θηλυκῶν Κάειρα διὰ τῆϲ ει διφθόγγου.

His locis comparatis sic fere Herodianum in Orhographia. praecepisse exisimaverim:

Πρώειρα οἱ μὲν διὰ τοῦ ι λέγουϲι, ἐμοὶ δὲ δοκεῖ, καίπερ ἐτυμολογεῖται παρὰ τὸ προϊέναι τὸ προπορεύεϲθαι πρόϊρά τιϲ οὖϲα καὶ πρῷρα προϲγεγραμμένον ἔχουϲα τὸ ι, διὰ τῆϲ ει διφθόγγου γράφειν πρὸϲ τὸν χαρακτῆρα τῶν διὰ τοῦ ειρα. Πάντα γὰρ τὰ διὰ τοῦ ειρα προπαροξυνόμενα διὰ τῆϲ ι διφθόγγου γράφονται, ἔθειρα, δότειρα, ϲώτειρα, ὀλέτειρα, γενέτειρα, εὐπάτειρα, Δηιάνειρα. οὕτωϲ οὖν καὶ τοῦτο. καὶ καθόλου τὰ εἰϲ ραα θηλυκὰ οὐδέποτε ἔχει ἐν τῇ παραληγούϲῃ τὸ ι μόνον, ἀλλ᾿  ἢ μετὰ τοῦ ω οἷον πρῷρα ἢ μετὰ τοῦ α οἷον ϲφαῖρα ἢ μετὰ τοῦ ο οἷον μοῖρα ἢ μετὰ τοῦ ε οἷον ϲτεῖρα. ϲεϲημείωται τὸ εἰρά καὶ Κάειρα ἀμφιβαλλόμενα. τὸ μὲν εἰρά διφορεῖται κατὰ τὴν ἐτυμολογίαν· εἰ μὲν παρὰ τὸ εἴρω τὸ λέγω, διὰ διφθόγγου· εἰ δὲ ἀπὸ τοῦ ἱερὰν εἶναι διὰ τὸ ι. τὸ δὲ Κάειρα πρὸϲ μὲν τὸν παραϲχηματιϲμὸν διὰ τοῦ ι· ὥϲπερ γὰρ ἀπὸ τοῦ μάκαρ μάκαροϲ γίνεται μάκαιρα οὕτω καὶ ἀπὸ τοῦ Κάρ Καρόϲ γίνεται Καῖρα καὶ κατὰ διάλυϲιν Κάϊρα· τῷ δὲ λόγῳ τῶν εἰϲ ρα θηλυκῶν Κάειρα διὰ τῆϲ ει διφθόγγου.

15. E. Gud. 289, 31: Κάβιροι: ὁ Ἀλεξίων διὰ τοῦ ι, ὡϲαύτωϲ ὁ Φιλόξενοϲ· καὶ Ἡρωδιανὸϲ λέγει τὴν παράδοϲιν δίφθογγον ἔχειν καὶ. ἴϲωϲ ϲυνέδραμε τῷ μάγειροϲ αἴγειροϲ πέπειροϲ ὄνειροϲ.

16. E. Orion. 17, 14: αἴγειροϲ παρὰ τὸ αἴρεϲθαι εἰϲ ὕψοϲ καὶ αὔξεϲθαι, ὅθεν Ὅμηρόϲ φηϲι (Od. η 106) «μακεδνῆϲ αἰγείροιο». οὕτωϲ εὗρον ἐν τῇ Ὀρθογραφίᾳ Ἡρωδιανοῦ.