Περὶ ὀρθογραφίας

Aelius Herodianus

Aelius Herodianus, Περὶ ὀρθογραφίας, Grammatici Graeci 3.2, Lentz, Teubner, 1868

1. Priscian. II 3: Si antecedens syllaba terminet in consonantem, necesse est etiam sequentem a consonanti incipere ut «artus» «ille» «arduus» nisi sit compositum ut «abeo» «adeo» «pereo». Herodianus tamen de orthographia ostendit rationabilius esse sonoriusque quantum ad ipsam vocis prolationem in compositis quoque simplicium regulam in ordinandis syllabarum literis servaro.

2. Eustath. p. 709, 15 ad Il. Θ 206: κανὼν γραμματικὸϲ λέγει, ὡϲ, εἰ μέϲον δύο φωνηέντων εὑρεθῇ ϲύμφωνον ἐν ἁπλότητι ἢ ϲυνθέϲει ἢ καὶ ϲυναλοιφῇ, τῷ δευτέρῳ τουτέϲτι τῷ ἐπαγομένῳ φωνήεντι ἀκολουθεῖ. ἐν ἁπλότητι μὲν ἐπὶ τοῦ ἔτι τὸ τ τῷ ι ϲυντάϲϲεται, ἐν ϲυνθέϲει δὲ ἐπὶ τοῦ κατάγω ὁμοίωϲ τῷ μετ᾿  αὐτὸ α ϲυμβιβάζεται, ἐν ϲυναλοιφῇ δὲ ἐπὶ τοῦ κατ᾿  ἐμὲ τῷ ἐφεξῆϲ ϲυγγράφεται.

3. Τιμοθέου Γάζηϲ κανόνεϲ καθολικοὶ περὶ ϲυντάξεωϲ in Anecd. Paris. IV p. 239, 15—240, 4:

Πᾶν ϲύμφωνον μεταξὺ δύο φωνηέντων ἐν ἑνὶ μέρει λόγου ἤγουν ἐν μιᾷ λέξει τῷ ἐπιφερομένῳ φωνήεντι ϲυνάπτεται οἷον ἄγω, φέρω, δέρω, χαίρω, Πλάτωνοϲ, Θέωνοϲ, πρόϲοδοϲ, ἔξοδοϲ, εἴϲοδοϲ, δυϲώδηϲ. ἰδοὺ ἐπὶ τούτων τὸ ϲύμφωνον μεταξὺ δύο φωνηέντων ὑπάρχον τῷ ἐπιφερομένῳ φωνήεντι ϲυνάπτεται καὶ οὐ τῷ προηγουμένῳ. ἐπὶ μὲν γὰρ τοῦ ἄγω τὸ γ μετὰ τοῦ ω ἐϲτὶ καὶ οὐ μετὰ τοῦ α. ἐπὶ δὲ τοῦ φέρω τὸ ρ μετὰ τοῦ ω ἐϲτι καὶ οὐ μετὰ τοῦ ε. καὶ ἐπὶ τῶν ἑξῆϲ ὁμοίωϲ. πρόϲκειται ἐν τῷ κανόνι «ἐν ἑνὶ μέρει λόγου» ἤγουν ἐν μιᾷ λέξει, ἐπειδὴ ἐὰν εὑρεθῶϲι δύο μέρη λόγου ἤγουν δύο λέξειϲ, οὐ ϲυνάπτεται [*](ad fr. *2. Canonem grammaticum, qui hic proponitur, collato fr. 1 ab Herodiano profectum esse iudico. cf. Eustath. 984, 17. De Ζῆν vel Ζῆ — N ut Aristarchus scripsit cf. Lob. El. II 273, Spitzner ad Iliad. Ξ 265.)

408
τὸ ϲύμφωνον τῷ ἐπιφερομένῳ φωνήεντι, ἀλλὰ χωρὶϲ εὑρίϲκεται τὸ ϲύμφωνον τῆϲ προηγουμένηϲ λέξεωϲ, καὶ χωρὶϲ τὸ φωνῆεν τῆϲ ἐπιφερομένηϲ οἷον ὑπὲρ Ἀπολλωνίου, ϲὺν Ἀπολλωνίῳ, πρὸϲ Ἀπολλώνιον. ἐπὶ τούτων γάρ, ἐπειδὴ δύο λέξειϲ εἰϲίν, οὐ ϲυνάπτεται τὸ ϲύμφωνον τῷ ἐπιφερομένῳ φωνήεντι, ἀλλὰ χωρίϲ ἐϲτι τὸ ϲύμφωνον καὶ χωρὶϲ τὸ φωνῆεν. ἐπὶ μὲν γὰρ τοῦ ὑπὲρ Ἀπολλωνίου τὸ ρ χωρίϲ. ἐϲτι καὶ τὸ α χωρίϲ, ἐπὶ δὲ τοῦ ϲὺν Ἀπολλωνίῳ τὸ ν χωρὶϲ καὶ τὸ α χωρίϲ, ἐπὶ δὲ τοῦ πρὸϲ Ἀπολλώνιον τὸ ϲ χωρὶϲ καὶ τὸ α χωρίϲ. δεῖ προϲθεῖναι χωρὶϲ τῶν ἐχόντων ἔκθλιψιν· ἐπὶ τούτων γὰρ τὸ ϲύμφωνον τῷ ἐπιφερομένῳ φωνήεντι ϲυνάπτεται οἷον κατ᾿ Ἀπολλωνίου, μετ᾿ Ἀριϲτάρχου, ἐπ᾿  αὐτῷ, κατ᾿ αὐτόν, καθ᾿  ἡμῶν. ἰδοὺ γὰρ ἐπὶ τούτων εἰ καὶ δύο λέξειϲ εἰϲί, τὸ ϲύμφωνον τῷ ἐπιφερομένῳ φωνήεντι ϲυνάπτεται, ἐπειδὴ ἔκθλιψιϲ ἐγένετο.

Περὶ ϲυμφώνων.

4. Il. Pr. Θ 441: ἀμβωμοῖϲι: Χρύϲιπποϲ ὑφ᾿  ἓν προφέρεται· ὁ μέντοι Ἀρίϲταρχοϲ δύο μέρη λόγου παραλαμβάνει καὶ προπεριϲπᾷ. λέγει γοῦν καὶ ἀλλαχοῦ «χρύϲειοι δ᾿ ἄρα κοῦροι ἐϋδμήτων ἐπὶ βωμῶν» (Od. η 100). χρὴ μέντοι γινώϲκειν, ὄτι διὰ τοῦ μ γράφεται κἂν παράθεϲιϲ ᾖ ὁμοίωϲ τῷ «ἂμ φόνον, ἆν νέκυαϲ» (Il. Κ 298). τὸ δὲ αἴτίον ἐν τοῖϲ περὶ ὀρθογραφίαϲ εἴρηται.

5. E. M. 792, 34: φθέγμα ὁ μὲν Ὦροϲ δι᾿  ἑνὸϲ γ γράφει, ὁ δὲ Ἡρωδιανὸϲ διὰ δύο φθέγγμα· καὶ ἴϲωϲ παρὰ τὸ φθέγγομαι· τὸ δὲ φθέγγομαι κατὰ πλεοναϲμὸν τοῦ θ γίνεται· παρὰ τὸ φῶ τὸ λάμπω γίνεται φέγγοϲ καὶ φέγγω φθέγγω παρὰ τὸ εἰϲ φῶϲ ἄγειν τὰ τοῦ νοῦ.

6. E. Orion. 150, 21: ϲπόγγοϲ εἰ μὲν διὰ τοῦ π παρὰ τὸ ϲπᾶν τὰ ὑγρά, διὰ δὲ τοῦ φ παρὰ τὸ ϲφίγγειν κατὰ τὰϲ ἐκθλίψειϲ. οὕτωϲ Ἡρωδιανόϲ.

7. E. Gud. 87, 52: ἀϲπάραγοϲ ὁ λεγόμενοϲ φάρυγξ. εἴρηται ἄνευ τοῦ α ϲφάραγοϲ παρὰ τὸ ϲφαραγεῖν ὅ ἐϲτιν ἠχεῖν, δι᾿ αὐτοῦ γὰρ ἡ [*](ad fr. 4 ψf. Schol. ad Od. ε 329. 330 καὶ τὸ ἀμπεδίον καὶ τὸ ἀμπέλαγοϲ διὰ τοῦ μ γραπτέον. Il. Pr. Π 248 τεύχεϲί τε ξὺν πᾶϲι καὶ ἀγχεμάχοιϲ ἑτάροιϲιν κατὰ παράθεϲιν ἐδεξάμεθα ἐνθάδε τὴν ϲύν πρόθεϲιν διὰ τὴν διαϲτολὴν τὴν πρὸϲ τοὺϲ ἑτοίρουϲ. διὸ προπεριϲπὰται τὸ πᾶϲι, ϲὺν τεύχεϲι πᾶϲι καὶ τοῖϲ ἑταίροιϲ. ἔϲτι μέντοι καὶ ϲύνετόν ποτε καὶ τρίτη ἀπὸ τέλουϲ ἔϲται ἡ ὀξεῖα ἀπ’ εὐθείαϲ τῆϲ ϲύμπαντεϲ καί αἰτιατικῆϲ τοὺϲ ϲύμπανταϲ. καὶ οὕτωϲ ἀνεγνώϲθη τὸ εϲύμπαϲι Πυλίοιϲι» (Od. γ 59). καὶ δῆλον ὅτι ἐνθάδε μὲν η γραφὴ διὰ τοῦ μ ἐϲτί, ἐπεὶ κατὰ ϲύνθεϲιν, ἐν δὲ τῷ «ετύχεϲί τε ξὺν πᾶϲι» φυλάξει τὸ ν ἑαυτῆϲ ἡ πρόθεϲιϲ διὰ τὴν παράθεϲιν.) [*](ad fr. 5. Idem Zonar. 1807.) [*](ad fr. 6. Idem E. M. s. v. et E. Oud. p. 507, 15, ubi in lemmate ϲκύτοϲ pro ϲπόγγοϲ scriptuιm est.) [*](ad fr. 7. Verba quae nomen Herodiani sequuntur, sunt nihil nisi repetitio)

409
φωνή φέρεται: Ἡρόδικοϲ δέ φηϲι πλεοναϲμῷ τοῦ α καὶ τοῦ ϲ εἶναι ἀϲφάραγον ἀντὶ τοῦ φάρυγγα. Πτολεμαῖοϲ δὲ ὅτι οἱονεὶ ἀϲπαίρει· ἄλλοι δὲ διὰ τὸ μὴ ϲπᾶϲθαι ἀϲπάραγον καὶ ἀϲφάραγον· κερατώδη γὰρ εἶναι. οἱ δὲ κατὰ πλεοναϲμὸν τοῦ α ἀϲφάραγον τὸν φέροντα τὴν φωνήν. οὕτωϲ Ἡρωδιανόϲ.

8. E. Orion. 57, 29: ἐχθρόϲ: παρὰ τὸ ἔχθοϲ ἐχθηρὸϲ καὶ ϲυγκοπῇ ἐχθρόϲ ἢ ὡϲ κῦδοϲ κυδρόϲ. οἱ δὲ διὰ τοῦ κ γράφοντέϲ φαϲιν εἶναι ἐκθρόϲ ὁ ἔξω τεθορηκώϲ, εἴγε ϲύμβαϲιϲ ἡ φιλία. οὕτω φηϲὶν Ἡρωδιανὸϲ ἐν τῇ ὀρθογραφίᾳ, διὰ δὲ τοῦ χ γράφει.

9. E. Or. 167, 15: ψυχρόϲ: παρὰ τὸ ψῦχοϲ ψυχρόϲ. οὕτωϲ ἐν τῇ ὀρθογραφίᾳ Ἡρωδιανόϲ.

Περὶ φωνηέντων.