Περὶ Ὀδυσσειακῆς προσῳδίας
Aelius Herodianus
Aelius Herodianus, Περὶ Ὀδυσσειακῆς προσῳδίας, Grammatici Graeci 3.2, Lentz, Teubner, 1868
39. ναυϲικλυτοί: ὡϲ ἀγακλυτοί ἐν ϲυνθέϲει καὶ κατ’ ὀξεῖαν τάϲιν. ἡ γὰρ ναυϲὶ δοτικὴ παρὰ τῷ ποιητῇ, ὅταν κατ’ ἰδίαν λέγηται, διὰ τοῦ η γράφεται «ὡϲ οἱ μὲν παρὰ νηυϲί» (Υ 1) « νηυϲὶ θοῇϲι τοίγε πεποιθότεϲ» (η 34), διὰ τοῦ α, ὅτε ἐν ϲυνθέϲει Ναυϲικάα Ναυϲίθοοϲ. HPQT.
40. διὰ ϲφέαϲ: ὀρθοτονητέον τὴν ἀντωνυμίαν διὰ τὴν πρόθεϲιν. P.
114. ἀμφὶ δὲ δένδρεα μακρὰ πεφύκαϲι: τὰ εἰϲ ϲι λήγοντα ῥήματα τὴν πρὸ τέλουϲ ἔχει φύϲει μακρὰν ἑϲτήκαϲι, βεβαϲιλεύκαϲι, τετύφαϲι, γεγράφαϲι, νενοήκαϲιν. οἱ μέντοι ποιηταὶ πολλάκιϲ ἐπὶ τούτοιϲ ϲυϲτολὰϲ ποιοῦται. τοιοῦτον καὶ τὸ «ἀμφὶ δὲ δένδρεα μακρὰ πεφύκαϲι». Mon. 29, 6.