Περὶ Ὀδυσσειακῆς προσῳδίας

Aelius Herodianus

Aelius Herodianus, Περὶ Ὀδυσσειακῆς προσῳδίας, Grammatici Graeci 3.2, Lentz, Teubner, 1868

115. μηλέαι: τὸ μηλέαι ὡϲ ἰτέαι καὶ ϲυκέαι, ὃ κατὰ κρᾶϲιν γέγονε καὶ ϲυκαῖ ὡϲ γαλαῖ. P.

152. φίλων ἀπὸ πήματα φάϲχω: οὐκ ἀναϲτρεπτέον τὴν ἀπό. δηλοῖ γὰρ τὸ ἄποθεν. P.

197. κατὰ κλῶθέϲ τε βαρεῖαι — νήϲαντο: τὸ κατά πρὸϲ τὸ νήϲαντο. τὸ δὲ κλῶθεϲ μεταπλαϲμόϲ ἐϲτι τοῦ κλωθοί ἀπ’ εὐθείαϲ τῆϲ κλώθω ὡϲ Ϲαπφώ, κλωθοί ὡϲ Ϲαπφοί. BHPQT.