Περὶ Ὀδυσσειακῆς προσῳδίας
Aelius Herodianus
Aelius Herodianus, Περὶ Ὀδυσσειακῆς προσῳδίας, Grammatici Graeci 3.2, Lentz, Teubner, 1868
149. θεόϲ νύ τιϲ ἦ βροτόϲ ἐϲϲι: τὸν η ὁ Ἀϲκαλωνίτηϲ περιϲπᾷ ἐρωτηματικὸν νομίζων, ὃ καὶ χαριέϲτερον. οἱ δὲ ἐνέκλιναν ὡϲ εἰ ἔλεγεν εἴτε θεὸϲ εἴτε ἄνθρωποϲ. P.
159. ὅϲ κέ ϲ’ ἑέδνοιϲι βρίϲαϲ: ἄμεινον ἐγκλίνειν τὴν ϲε. H.
200. ἦ μή που: περιϲπᾶται τὸ ἠ, τὸ δὲ μή ὀξύνεται. PH.
δυϲμενέων φάϲθ’ ἔμμεναι: Τυραννίων ϲυϲτέλλει ἀπὸ τοῦ φημί ὁμοίωϲ τῷ «καὶ ἀγγελίην ἀπόφαϲθε » (Ι 649). τινὲϲ δὲ ὁμοίωϲ τῷ νικᾶϲθε, ὡϲ καὶ ἐπεκράτηϲεν. ΗQ.