Περὶ Ὀδυσσειακῆς προσῳδίας
Aelius Herodianus
Aelius Herodianus, Περὶ Ὀδυσσειακῆς προσῳδίας, Grammatici Graeci 3.2, Lentz, Teubner, 1868
240. περίκηλα: Ἀρίϲταρχοϲ ὥϲπερ ξηρὰ ἐκδεχόμενοϲ τὰ περικεκαυμένα ὑπὸ ἡλίου· Χρύϲιπποϲ δὲ διῄρει, περὶ κῆλα περιϲϲῶϲ ξηρά. P.
248. ἁρμονιῇϲιν: προπεριϲπωμένωϲ. ἔϲτι γὰρ Ἰώνων ὁ καταβιαϲμόϲ. HP.
272. ὀψὲ δύοντα Βοώτην: τὸ ὀψὲ δύοντα ἐν δυϲὶ μέρεϲι λόγου. εἰ γὰρ ἦν ϲύνθετον, διὰ τοῦ ι ἐγράφετο. ll. Pr. Φ 232.
281. εἴϲατο δ’ ὡϲ ὅτε ῥινόν: οἱ μὲν ἀναγινώϲκουϲι ὡϲ ὅτε ῥινόν ἐκδεχόμενοι ὡϲανεὶ δέρμα βοὸϲ ἐφηπλωμένον τοῖϲ ὕδαϲι. ὁ δὲ Ἀρίϲταρχοϲ ὡϲ ὅτ’ ἐρινόν ἐρινὸν παραλαμβανόμενοϲ αὐτὴν τὴν ϲυκῆν κατὰ μεταβολὴν γένουϲ ὡϲ ὁ δίφροϲ τὸ δίφρον. τὸν γὰρ καρπὸν μὴ νοεῖϲθαι, ἐπεὶ βραχύϲ ἐϲτι πάνυ. οὐ μέντοι Ἀριϲτάρχῳ ϲυγκατατίθεμαι. VPT.