Περὶ Ὀδυσσειακῆς προσῳδίας
Aelius Herodianus
Aelius Herodianus, Περὶ Ὀδυσσειακῆς προσῳδίας, Grammatici Graeci 3.2, Lentz, Teubner, 1868
807. ἀλιτήμενοϲ: τὸ ἀλιτήμενοϲ εἰ μὲν παροξύνεται, παρακείμενόϲ ἐϲτι κατὰ ϲυϲτολὴν τῆϲ ἀρχούϲηϲ εἰ δὲ προπαροξύνεται, ἐνεϲτώϲ ἐϲτιν Αἰολικὸϲ ὡϲ ἀλαλήμενοϲ καὶ ἀκαχήμενοϲ. T.
846. ἔνι: ἔνειϲι. διὸ ἀναϲτρέφεται. P.
16. οὐ γάρ οἱ πάρα νῆεϲ: ἀναϲτρεπτέον τὴν πάρα. ἀντὶ γὰρ τοῦ πάρειϲι ἐϲτίν. P.
27. παλιμπετέϲ: ἀντὶ τοῦ παλιμπετεῖϲ ὡϲ «ἐϲ δ’ ἐρέταϲ ἐπιτηδὲϲ ἀγείρομεν» (Α 142). ΒP.
38. ἐϲθῆτά τε δόντεϲ ψιλωτέον τὸ ἐϲθῆτα. πᾶν γὰρ φωνῆεν τὸ ϲ ἔχον ἐπιφερομένου δαϲέοϲ ψιλοῦται, ἀϲχάλλων, ἄϲθμα, ἐϲθλόϲ, ὄϲχοϲ. BHP.
39. Τροίηϲ ἐξήρατο: Τροίηϲ διϲυλλάβωϲ, ἵνα τὴν χώραν ἀκούϲωμεν. P.
40. λαχὼν ἀπὸ ληΐδοϲ αἶϲαν: ἡ ἀπό παρέλκει. διὸ τηρεῖ τὸν τόνον. P.
47. εἵλετο δὲ ῥάβδον: βραχὺ τὸ α τοῦ ῥάβδον. P.
51. λάρ ῳ ὄρνιθι ἐοικώϲ: τὸ λάροϲ βαρυνόμενον ϲυϲτέλλειν θέλει τὸ α. Mon. 35, 16.
71. ἄλλυδιϲ ἄλλ η: τὸ ἄλλη εὐθεῖα, ὅθεν οὐδὲ τὸ ἰῶτα προϲγραπτέον. P.
72. λειμῶνεϲ μαλακοὶ ἴου: τινὲϲ περιϲπῶϲιν, ἵν’ ᾖ κατὰ ϲυναλοιφὴν (sc. μαλακοῖ’ ἴου), οὐκ κ. εὖ Η.
83. ἐρέχθων: ὡϲ κατέϲθων. δῆλον δὲ ἐκ τοῦ «νῆα θοὴν ἐρεχθομένην ἀνέμοιϲι» (Ψ 317). P.
106. ἄϲτυ πέρι ἀναϲτρεπτέον. ἔϲτι γὰρ περὶ ἄϲτυ ὡϲ «ἀμφὶ πόλιν Καλυδῶνα (Ι 530). ΗP.
110. ἀπέφθιθεν: ὡϲ κόϲμηθεν. HPQ.
123. ἐν Ὀρτυγίῃ χρυϲόθρονοϲ Ἄρτεμιϲ ἁγνή: Ἀπίων τὸ ἁγνή περιϲπᾷ κατὰ δοτικὴν ἀκούων ἐν Ὀρτυγίῃ ἁγνῇ. HPQ.