Περὶ Ὀδυσσειακῆς προσῳδίας

Aelius Herodianus

Aelius Herodianus, Περὶ Ὀδυσσειακῆς προσῳδίας, Grammatici Graeci 3.2, Lentz, Teubner, 1868

471. ἕρμαιοϲ λόφοϲ: τὸ «ὅθι θ᾿ Ἕρμαιοϲ λόφοϲ ἐϲτίν » ὡϲ εἰϲ ἰδιότητα καὶ ἐπὶ τοῦ κυρίου. πρὸϲ ἀντιδιαϲτολὴν διάφορον τόνον ἀνεδέξατο ὡϲ Ἀθηναῖοϲ καὶ Ἀθήναιοϲ, ἀγοραῖοϲ καὶ ἀγόραιοϲ. Ιl. Pr. N 791.

51. ἄντιτα: ἀνάτιτα. ἔϲτι δὲ ϲυγκοπή. Q.

81. αὐτὸν ἔχον τά ϲε ἐχρῆν ὀρθοτονεῖν τὴν ϲέ. H.

170. ἀλλ’ ὅτε δὴ δείπνητοϲ ἔην: ὀξυτόνωϲ μὲν τὸ δεῖπνον, βαρυτόνωϲ δὲ ὁ καιρὸϲ τοῦ δείπνου. BHQ.

199. ϲκῆπτρον θυμαρέϲ: τῇ ψυχῇ ἀρέϲκον. ϲύνθετον δέ ἐϲτι παρὰ τὸ ἄρω θυμαρέϲ καὶ οὕτωϲ ἀνέγνωμεν διὰ τοῦ α ὀξυτόνωϲ. γάρ ἐϲτι παρώνυμον διὰ τοῦ ηρηϲ, τὰ γὰρ διὰ τοῦ ηρηϲ κοὶ ωδηϲ παρώνυμα βαρύνεται. l. Pr. 1 336.

218. ὣϲ ἀεὶ τὸν ὅμοιον ἄγει θεὸϲ ὣϲ τὸν ὅμοιον. τὸ ὥϲ ὀξύνεται κἂν ἐν ἀρχῇ κἄν ἐν μέϲῳ κἂν ἐν τέλει ᾖ πλὴν μόνον ὅτε ϲημαίνει τὸ ὅμωϲ. ὀξύνεται μὲν ἐν ἀρχῇ οὕτωϲ «ὣϲ δὲ λέων ἐχάρη» (Γ 23) κα ἐν μέϲῳ (h. l.) καὶ ἐν τέλει «ὄρνιθεϲ ὥϲ (Γ 2). lo. Al. 31, 21.

225. καί κεν ὀρὸν πίνων: ὀρόϲ ψιλῶϲ καὶ ὀξέωϲ. H.