Περὶ Ὀδυσσειακῆς προσῳδίας
Aelius Herodianus
Aelius Herodianus, Περὶ Ὀδυσσειακῆς προσῳδίας, Grammatici Graeci 3.2, Lentz, Teubner, 1868
34. ὑπὲρ μόρον: οὐ ϲύνθετον τὸ ὑπὲρ μόρον. MQ.
49. φίλων ἀπὸ πήματα πάϲχει. ἀντὶ τοῦ ἄποθεν. διὸ ἐγκλίνεται. H.
52. ὀλοόφρονοϲ: Κλεάνθηϲ δαϲύνει τοῦ περὶ τῶν ὅλων φρονοῦντοϲ ἴδιον οὕτωϲ νοήϲαϲ. ἄμεινον δὲ ψιλοῦνταϲ ἀκούειν τοῦ τὰ ὀλέθρια καὶ δεινὰ φρονήϲαντοϲ· εἰϲ γὰρ τῶν Τιτάνων ὁ Ἄτλαϲ ἱϲτορεῖται. H.
66. περὶ μὲν νόον: τὸ περί φυλάϲϲει τὸν τόνον, ὅτε ϲημαίνει τὸ περιϲϲῶϲ. Il. Pr. Δ 46, Β 831.
70. ὅου: παροξυτονητέον τὸ ὅου τὸ γὰρ οὗ διήρηται, ὡϲ τὸ «ἕηϲ τὸ πρίν γ’ ἐράαϲθε » (Π 208). καὶ καθόλου τὰ μὲν ἄρθρα διαιροῦνται, αἱ δὲ ἀντωνυμίαι πλεονάζουϲιν. καὶ τὰ μὲν βαρύνονται, αἱ δὲ ἐπὶ τέλουϲ ἔχουϲι τὸν τόνον οἷον ὅου ἄρθρον, ἑοῦ ἀντωνυμία, ἕηϲ ἄρθρον, ἑῆϲ ἀντωνυμία. HM.