Περὶ Ἰλιακῆς προσῳδίας

Aelius Herodianus

Aelius Herodianus, Περὶ Ἰλιακῆς προσῳδίας, Grammatici Graeci 3.2, Lentz, Teubner, 1868

452. προμιγῆναι: πρὸ τοῦ πατρὸϲ μιγῆναι· ἢ περιϲϲεύει ἡ πρόθεϲιϲ. A.

456. θεοὶ δ᾿  ἐ τέλειον ἐπαράϲ. εἴτε παρέλκει ἡ ἐπί, φυλαχθήϲεται ὁ τόνοϲ ὁ αὐτόϲ, ὡϲ «ἐπιβουκόλοϲ ἀνήρ» (Od. γ 422) «καὶ. ἐπιμυγερῶϲ» (ib. 195.) εἴτε τὸ ἑξῆϲ ἐϲτιν ἐπετέλουν, οὐκ ἀναϲτραφήϲεται πάλιν, καθότι αἱ ϲυναλειφθεῖϲαι οὐκ ἀναϲτρέφονται ϲεϲημιωμένου ἐκείνου «ϲτεῦτο γὰρ Ἡφαίϲτοιο πάῤ οἰϲέμεναι» (Il. Ϲ 191). A.

470. εἰνάνυχεϲ ὡϲ μονώνυχεϲ, ἀπ᾿ εὐθείαϲ τῆϲ εἰνάνυξ. A.?

485. καί ϲε: οὐκ ἀναγκαῖον ἐνθάδε ὀρθοτονεῖν οὐδὲ γὰρ ἀντιδιαϲτολὴ πρὸϲ ἕτερον πρόϲωπον. ἀπολελυμένωϲ οὖν ἀναγνωϲτέον. A.

494. ἀλλὰ ϲέ: ἐνθάδε ὀρθοτονητέον· ἔμφαϲιϲ γὰρ δείξεωϲ. A.

502. παραβλῶπεϲ: προπεριϲπαϲτέον ὁμοίωϲ τῷ τυφλῶπεϲ ἀπὸ γὰρ ὀξυνομένηϲ εὐθείαϲ ἐγένετο τῆϲ παραβλώψ. τὰ δὲ τοιαῦτα καὶ βαρυνόμενα εὑρέθη καὶ ὀξυνόμενα, ὥϲπερ τὸ ἑλικῶπεϲ καὶ Κύκλωπεϲ, περὶ ὧν ἐντελέϲτερον λέγεται ἐν τοῖϲ περὶ ϲχημάτων. A.