Περὶ Ἰλιακῆς προσῳδίας

Aelius Herodianus

Aelius Herodianus, Περὶ Ἰλιακῆς προσῳδίας, Grammatici Graeci 3.2, Lentz, Teubner, 1868

240. ἠῶ. τὴν ἠῶ κατ᾿ αἰτιατικὴν πτῶϲιν περιϲπαϲτέον, καὶ τὴν αἰδῶ, οὐ μὴν καὶ τὸ Λητώ καὶ τὰ τοιαῦτα πάντα· ἀλλὰ τὰ μὲν εἰϲ ω λήγοντα θηλυκὰ ἐπ᾿ εὐθείαϲ καὶ αἰτιατικῆϲ ὁμοτονήϲει ὀξυνόμενα, τὸ δὲ ἠώϲ καὶ αἰδώϲ μόνα ἕξει ἐπ᾿ αἰτιατικῆϲ τὴν περιϲπωμένην τάϲιν. A.

292. οὕτωϲ Ἱρήν ὀξυτόνωϲ, ὡϲ ἐν τῇ καθόλου. A.

321. περίκειται. ὁ Ἀϲκαλωνίτηϲ δύο ποιεῖ, περί, εἶτα κεῖται, καὶ προπεριϲπᾷ· ϲημαίνει δέ φηϲι τὸ περιϲϲῶϲ κεῖται. εἰϲὶ δὲ οἳ ὑφ᾿ ἓν ἀναγινώϲκουϲι περίκειται ὡϲ ἀντίκειται, οἷϲ ϲυγκατατίθεμαι· τί γάρ ἐϲτι τὸ κωλῦον καὶ ἐν τῇ ϲυνθέϲει τὸ αὐτὸ νοεῖν, A.

336. θυμαρέα: τῇ ψυχῇ ἀρέϲκουϲαν, θυμήρη. ϲύνθετον δέ ἐϲτι παρὰ τὸ ἄρω θυμαρήϲ, καὶ οὕτωϲ ἀνέγνωμεν «Εὔμαιοϲ δ᾿ ἄρα οἱ ϲκῆπτρον θυμαρέϲ» (Od. ρ 199) διὰ τοῦ α. οὐ τάρ ἐϲτι παρώνυμον διὰ τοῦ ηρηϲ, τὰ γὰρ διὰ τοῦ ηρηϲ καὶ ωδηϲ παρώνυμα βαρύνεται, ξιφήρηϲ, ὀλιγήρηϲ, τοξήρηϲ, ὀνώδηϲ καὶ βοώδηϲ. A.

342. αὐτοῦ. ὁ Ἀϲκαλωνίτηϲ δαϲύνει, ϲύνθετον ἐκδεχόμενοϲ τὴν ἀντωνυμίαν, ἀγνοῶν ὅτι Ὅμηροϲ οὐδέποτε ϲυνθέτῳ κέχρηται ἀντωνυμίᾳ. διὸ καὶ τὰϲ τοιαύταϲ κατὰ διάλυϲιν ἀναγινώϲκομεν «καὶ μαχόμη κατ᾿ ἔμ᾿ αὐτὸν ἐγώ» (Il. A 271) καὶ «πυκάϲαϲα ἓ αὐτήν» (Il. P 551). τί οὖν ἐϲτιν ἐνθάδε λέγειν. ἢ ὅτι λείπει ἡ ἕο. ὡϲ τὸ «ἕο τ᾿ αὐτοῦ πάντα κολούει» (Od. θ 211), οὕτωϲ καὶ ἐνθάδε «τὴν ἕο αὐτοῦ φιλέει». A.

343. δουρικτήτην: δουρικτήτη, ὡϲ ἀριγνώτη, ἵνα τοῦ παρώνυμον ᾖ· οὕτωϲ γὰρ φιλεῖ ϲχηματίζειν ὁ ποιητήϲ, ἀμφιρύτη, περιξέϲτη. A.