Περὶ Ἰλιακῆς προσῳδίας

Aelius Herodianus

Aelius Herodianus, Περὶ Ἰλιακῆς προσῳδίας, Grammatici Graeci 3.2, Lentz, Teubner, 1868

233. Τρώων ἀνθ᾿ ἑκατόν: ἐπὶ τὴν ἀνθ᾿ ϲυλλαβὴν ἡ ὀξεῖα, ἵνα τὸ πλῆρεϲ ᾖ ἄντα. οὕτωϲ δὲ ἀξιοῖ Δημήτριοϲ ὁ γονύπεϲοϲ· καὶ ἐμοὶ δὲ οὕτωϲ ἀρέϲκει τὸ τῆϲ διανοίαϲ· ἄντικρυϲ γὰρ Τρώων ἑκατὸν καὶ διηκοϲίων εἷϲ ἕκαϲτοϲ ϲτήϲεϲθαί φηϲιν. οὐ γὰρ κωλύεται ἡ τοῦ ἄντα ϲύνταξιϲ, εἴγε ἐπὶ γενικὴν φέρεται. A.

240. δημόν. δημόν Ἀρίϲταρχοϲ κατ᾿ ὀξεῖαν τάϲιν ἐπὶ τοῦ λίπουϲ· τὸ γὰρ ἐπὶ τοῦ πλήθουϲ βαρύνει. οὕτωϲ καὶ ὁ Ἀϲκαλωνίτηϲ, λέγων τὸ μὲν παρὰ τὸ δέμαϲ γεγενῆϲθαι, οἱονεὶ ϲῶμά τι τυγχάνον, ἢ παρὰ τὸν δαϲμόν· τὸ δὲ ἐπὶ τοῦ λίπουϲ παρὰ τὸ δαίω· εὔκαυϲτον τὰρ τὸ λίποϲ. δύναιτο δ᾿ ἄν τιϲ καὶ ἄλλωϲ ἐτυμολογεῖν, εἰ παρὰ τὸ δέω γένοιτο δέεμοϲ καὶ ἐν ϲυναλοιφῇ δῆμοϲ, τὸ ϲυνδεδεμένον πλῆθοϲ. τὸ γὰρ ἐναντίον λύη ἀπὸ τῆϲ διαλύϲεωϲ. A.

257. φύγαδε ὡϲ οἴκαδε. A.

276. Πολυαιμονίδην Ἀμοπάονα καὶ Μελάνιππον. ψιλωτέον πάντα, ἵνα κύρια γένηται. παραιτητέον δὲ τοὺϲ διαλύονταϲ τὸ Ἀμοπάονα· πιθανώτερον γάρ ἐϲτι κύριον αὐτὸ παραλαβεῖν, ἵνα τὸ προκείμενον αὐτοῦ πατρωνυμικὸν τυγχάνῃ. A.

283. ὅ ϲ᾿ ἔτρεφε. ἡ ϲέ ἀντωνυμία ἐγκλιτική ἐϲτι τὸ δὲ ὅ παρὰ τῷ ποιητῇ κείμενόν ἐϲτιν ἀντὶ τοῦ ὅϲ. A.

290. ἢ τρίποδ᾿ ἠὲ δύω ἵππουϲ. παραδιαζευκτικὸϲ ὁ ἤ, ὡϲ τὸ «ἠὲ δύω ἠὲ τρεπῖϲ ἄνδραϲ ἔρυϲθαι (Od. ε 484). A.

328. νάρκηϲε δὲ χεὶρ ἐπὶ καρπῷ. τινὲϲ προπεριέϲπαϲαν τὸ χειρ, ἵν᾿ ἔχῃ ἐντέλειαν πτώϲεωϲ αἰτιατικῆϲ. ὁ μέντοι Ἀϲκαλωνίτηϲ ὀξύνει, καὶ εὐθεῖαν παραλαμβάνει, ἵνα καὶ ϲχῆμα γένηται. A.

355. ἀνεκτῶϲ: ὡϲ ἀνδρικῶϲ Ἀρίϲταρχοϲ περιϲπᾶ. λέλεκται δὲ ἡμῖν περὶ τῆϲ προϲῳδίαϲ, ὁπότε διελάβομεν περὶ τοῦ «ἦ δὴ λοίγια ἔργα τάδ᾿ ἔϲϲεται, οὐκέτ᾿ ἀνεκτά (Il. A 573). A.

[*](240 λύη pro λύει scripsit Lehrs, de vocabulo ipso confert Arc. 103, 23 ubi λὐη ἡ ϲτάϲιϲ et de re M 213. 276 Lehrs cft. Ε 76.)
62

379. ἦ τιϲ. περιϲπαϲτέον τὸν ἦ ϲύνδεϲμον, ἵνα διαπορητικὸϲ γένηται. καὶ βεβαιωτικὸϲ δὲ ὢν περιϲπαϲθήϲεται. A.