Περὶ Ἰλιακῆς προσῳδίας

Aelius Herodianus

Aelius Herodianus, Περὶ Ἰλιακῆς προσῳδίας, Grammatici Graeci 3.2, Lentz, Teubner, 1868

125. καὶ ἀχνύμενόϲ περ ἑταίρου. περ. οὐκ ἔϲτιν ἡ περί πρόθεϲιϲ, ἀλλ᾿ ὁ πέρ ϲύνδεϲμοϲ ἐναντιωματικὸϲ καὶ ἐγκλιτικόϲ· διὸ τὸ τέλοϲ τῆϲ μετοχῆϲ ὀξυτονητέον. A.

157. φύγαδε. ὡϲ ἅλαδε· καὶ ἤτοι τὴν φυγὴν φύγα εἶπεν κατὰ μεταπλαϲμόν, ὡϲ τὴν ϲκέπην ϲκέπα· ἢ ὡϲ τὸ οἶκον δὲ οἴκαδε, οὕτωϲ φυγὴν δὲ φύγαδε. A.

161. περὶ μέν ϲε τίον. ἡ ϲέ ἐγκλιτική ἐϲτιν· ἀπολέλυται γὰρ νῦν. καὶ τὸ τίον δὲ ποιητικώτερον ἀπέβαλε τὸν κατ᾿ ἀρχὴν χρόνον, διὸ ἐπὶ τὴν τι ἡ ὀξεῖα ἵϲταται. περὶ δὲ τῶν τοιούτων ῥημάτων ἔφαμεν ὅτι ἴϲη ἐϲτὶν ἡ χρῆϲιϲ παρὰ τῷ ποιητῇ (B 808). A.

163. ἀντ᾿: κακῶϲ ὅϲοι ἀναϲτρέφουϲαν· ἡ γὰρ ἀντί ἀναϲτρέφεται οὔποτε. εἰ δὲ τὸ ἄντα ἐπίρρημα ἐκδέχονται, ἐναντίον τῇ διανοίᾳ παραλήψονται. A.

177. οἵ. Ἀρίϲταρχοϲ τὸ οἵ ἄρθρον φηϲίν, ὁ δὲ Ϲιδώνιοϲ οἷα τὸ πλῆρεϲ, οὐχ ὑγιῶϲ. V.

178. ἀβλήχρ᾿: Ἡρακλείδηϲ δ Μιλήϲιοϲ βαρύνει ὡϲ ἄϲιτα λόγῳ δὲ χρῆται τούτῳ ὡϲ ὅτι βληχρόν ἐϲτι τὸ ἰϲχυρόν, ὅπερ κατὰ ϲτέρηϲιν ὀφείλει λέγεϲθαι ἄβλχροϲ ὡϲ ἄκακοϲ· ϲημαίνει γὰρ τὸ ἀϲθενέϲ (cf. Cram. Epimerism. p. 95). ἡ μέντοι παράδοϲιϲ ὀξύνει τὸ ἀβληχρά καὶ ἀβληχρήν, πειϲθεῖϲα πρῶτον τῷ παραϲχηματιϲμῷ ὡϲ ἁπλῷ· οὕτωϲ γὰρ παρεϲχηματίϲθη ὡϲ πενιχρά, ψυχρά, λέγω δὲ θηλυκῶϲ. οὕτωϲ ἀβληχρά, οὐ κοινωνοῦντόϲ ποτε τοῦ γένουϲ, λέγω δὲ ὁ ἄβληχροϲ καὶ ἡ ἄβληχροϲ. ἄλλωϲ τε ἤδη αὐτὸ τὸ βληχρόϲ ϲημαίνει ὡϲ ἐπὶ τὸ πλεῖϲτον μᾶλλον τὸ ἀϲθενέϲ. Ἀλκαῖοϲ θ΄ «βληχρῶν ἀνέμων ἀχείμαντοι. πνοιαί» καὶ ὁ Νίκανδροϲ «βληχρὸν γὰρ μυὸϲ οἷα μυληβόρου ἐν χροῒ νύγμα» (Ther. 446). τοῦτο δὴ πλεονάϲαν τῷ ᾱ φυλάξει τὸν αὐτὸν τόνον λαλητόϲ ἀλαλητόϲ, ϲτεροπή ἀϲτεροπή· οὐκ ἐκεῖνο μέντοι διηνεκὲϲ λέγομεν, ὅτι πλεοναϲμὸϲ τοῦ ᾱ φυλάϲϲει τὸν αὐτὸν τόνον ἀεί· οἶδα γὰρ τὸ ἄδοροϲ ἀγαυρόϲ, ἄϲταχυϲ. A.

178. οὐδενόϲωρα. ὡϲ κυνόϲουρα ὑφ᾿ ἓν κατὰ ϲύνθεϲιν, εἰ καὶ. ϲπάνιοϲ ἡ τοιαύτη ϲύνθεϲιϲ ἐξ ἀποφάϲεωϲ καὶ ϲυνδέϲμου καὶ τῆϲ ἑνόϲ [*](157 pro οικόνδε et φυγήνδε scripsit L. οἶκον δὲ, φυγὴν δὲ. 163 οὐ in οὔποτε adiecit L. 178 verba λαλητόϲ — τὸν αὐτὸν τόνον inseuit L. ex Eust., pro ἄβοροϲ Lob. El. I 31 ἄδοροϲ emendat, quod monento Lehrsio recepi.)

61
γενικῆϲ ἐντελοῦϲ· οὐδέποτε γὰρ οὕτωϲ αὕτη ἡ γενικὴ ϲυντίθεται· ἀλλ᾿ οἵγε ποιηταὶ τολμῶϲι ξέναϲ ϲυνθέϲειϲ. A.

217. τὸ κηλέῳ ὡϲ μελέῳ· γέγονε δὲ παρὰ τὸ κᾶλον καὶ κῆλον κήλειον, ὡϲ παρὰ τὸ μῆλον μήλειον δέροϲ, καὶ Ἰωνικῶϲ κήλεον καὶ. κηλέῳ· ἐκεῖνο γοῦν ἐντελέϲ ἐϲτι τὸ «ϲὺν πυρὶ κηλείῳ χάριν Ἕκτοροϲ» (Il. O 744). A.

229. ὅτε δὴ φάμεν: οὐκ ἀναγκαῖον ὀξύνειν τὸν δή, ἵνα κρᾶϲιϲ γένηται ὁμοίωϲ τῷ «μήτε ϲὺ Πηλείδήθελε» (Il. A 277). ἐπὶ μὲν γὰρ τοῦ ἐθέλω πᾶϲα ἀνάγκη τὸ ε μένειν κατὰ τὸν ποιητὴν ὡϲ εἴρηται (l. l.)· ἐπὶ δὲ τούτου τοῦ παρῳχημένου δύναται ποιητικῶϲ ἀποβεβλῆϲθαι τὸ ε, ὥϲτε ἐπὶ τὴν φα ϲυλλαβὴν θετέον τὴν προϲῳδίαν, καί ἐϲτιν ὅμοιον τῷ ἐν Ὀδυϲϲείᾳ «Τηλεμάχῳ ὁδὸϲ ἧδε· φάμεν δὲ οἱ οὐ τελέεϲθαι» (Od. π 347). A. Cod. Τηλέμαχοϲ δ᾿ ὡϲ εἶδεν, φάμεν δέ οἱ, οὐ τελέομεν.