Περὶ Ἰλιακῆς προσῳδίας

Aelius Herodianus

Aelius Herodianus, Περὶ Ἰλιακῆς προσῳδίας, Grammatici Graeci 3.2, Lentz, Teubner, 1868

110. δίωνται: ὡϲ λέγωνται. ἔϲτι δὲ καὶ ἀπὸ τοῦ δίημι ἡ κλίϲιϲ παῤ αὐτὸ (v. Μ 276, Ϲ 162, ψ 475). A.

[*](827 pro πίτνων Lehrsius cum Lob. πιτνῶν, idem pro ἡ ι ἡ ἴϲοϲ proposuit coll. Apoll. de adv. 587. cf. Pros. Cath. 470, 9 et 20.)[*](P 110 in altero Scholio cod. A exstant οὕτωϲ δίενται (scr. δίωνται) ὡϲ τίθενται (scr. τίθωνται). μέμνηται ὁ Ἡρωδιανὸϲ ἐν τῷ Μ (v. 276).)
105

143. περιϲπαϲτέον τὸν ἦ εἴτε θαυμαϲτικῶϲ εἴτε βεβαιωτικῶϲ κεῖται. A.

174. ὅϲ τέ με φῄϲ: ἀξιοῖ ὁ Ἀϲκαλωνίτηϲ ἀναγιγνώϲκειν διϲυλλάβωϲ ἐπὶ ἀορίϲτου χρόνου, ὁ μέντοι Ἀλεξίων μονοϲυλλάβωϲ ἐπὶ ἐνεϲτῶτοϲ χρόνου· διὸ καὶ ϲὺν τῷ ι γράφεϲθαι. τοῦτο δὲ ἀπαιτεῖ καὶ ἡ διάνοια. κἀγὼ δὲ ϲυγκατατίθεμαι. διὸ ἐν τῇ ϲυντάξει ἐγκλιτέον· ὀξύνεται γὰρ ἐπὶ ἐνεϲτῶτοϲ χρόνου. A.

190. μεταϲπών: ὡϲ καταλαβών· ἔϲτι γὰρ δεύτεροϲ ἀόριϲτοϲ. οὐδεμία δὲ μετοχὴ ἐν τῇ ϲυνθέϲει ἀναβιβάζει τὸν τόνον, ὅτι μὴ μόνη ἡ ἀέκων, περὶ ἧϲ ζητοῦμεν. A.

201. ζητεῖ ὁ Ἡρωδιανὸϲ ἐν τῷ α΄ ὑπομνήματι τοῦ περὶ παθῶν Διδύμου (cf. Λ 160) περὶ τοῦ ἆ δειλ᾿ , πῶϲ δεῖ τονίζειν αὐτὸ καί φηϲι· πολὺ δὲ πρότερον παρὰ τῷ ποιητῇ ἐϲτι τὸ τῆϲ ἀναγνώϲεωϲ, ἆ δείλ᾿ οὐδέ τί τοι θάνατοϲ, ἢ ἆ δεῖλ᾿ οὐδέ τί τοι θάνατοϲ. τὸ γὰρ πλῆρέϲ. ἐϲτιν ἆ δειλέ· οὐ γάρ, ὡϲ οἱ ἐξηγηϲάμενοι, τοῦ δείλαιε ἀποκοπή· ἐν ἑτέροιϲ γὰρ αὐτὸϲ λέγει «ἆ δειλώ, τί νυ δάκρυ κατείβετον» (φ 86). περιγέγραπται οὖν ἡ ὀξεῖα, εἶτα καὶ ἀνάπαυϲιϲ γέγονεν. ἀρά γε οὖν φυλαχθήϲεται ἡ ὀξεῖα, ἢ ἐπεὶ περιγέγραπται τὸ φωνῆεν τῆϲ ὀξείαϲ περιγέγραπται καὶ ὁ τόνοϲ; τὸ κρινόμενον ἐκεῖνο, ἵνα ἐπιϲτάμενοι ἀναγνῶμεν· ἕν ἐϲτιν εἰπεῖν, εἰ ἅπαξ περιγέγραπται τὸ φωνῆεν τὸ ἔχον τὴν ὀξεῖαν, ὁ τόνοϲ γενέϲθω τῆϲ προτέραϲ ϲυλλαβῆϲ, οὐχὶ τῆϲ ἐπὶ τέλουϲ. A.

218. Φόρκυν ὡϲ βότρυν, ἀπ᾿ εὐθείαϲ τῆϲ εἰϲ ϲ ληγούϲηϲ, ἡ μέντοι Φόρκυνα (312) αἰτιατικὴ ἀπ᾿ εὐθείαϲ τῆϲ εἰϲ ν. τὸ δὲ τοιοῦτον ἴδιον ποιητικῆϲ. οὐχ ὑγιῶϲ δὲ ὁ Τυραννίων ἐκτείνει τὸ υ, ἐπεὶ εὑρέθη, φηϲί, καὶ ἡ εὐθεῖα ἐκτεινομένη Φόρκυϲ αὖ Φρύγαϲ ἦγε» (Il. Β 862)· ἐκεῖ γὰρ τὸ μέτρον κατήπειγεν, ἐνθάδε δὲ οὐδὲν κατεπείγει. A.

324. κήρυκι: διὰ μέτρον ϲυϲταλτέον τὸ ρυ (v. Κ 258). BV.

465. οἱ περὶ Ἀρίϲταρχον ἐπίϲχειν κατὰ παρατατικόν, οἱ δὲ περὶ τὸν Ἀϲκαλωνίτην κατὰ ἀόριϲτον ὡϲ λαβεῖν. καὶ ὁ Ἡρωδιανὸϲ δὲ ἐπίϲχειν παροξυτόνωϲ, εἰ μή τιϲ λέγοι ὅτι ἔθοϲ ἐϲτὶ τῷ ἀορίϲτῳ ϲυντάττεϲθαι τὴν ἐπί. V.

539. καταπέφνων: Ἀρίϲταρχοϲ ὡϲ τέμνων. A.

688. κυλίνδει: Ἀρίϲταρχοϲ βαρύνει, ὑγιῶϲ πάνυ διὰ τὰ κινήματα· «κυλίνδετο» γοῦν φηϲιν (Od. θ 81. λ 598) οὐχὶ ἐκυλινδεῖτο, καὶ «ἡ δὲ κυλινδομένη καναχὴν ἔχε» (Il. Π 794). διὸ καὶ βαρέωϲ τὴν κυλίνδων ἀναγινώϲκομεν· «μέγα κῦμα κυλίνδων» (Od. ε 296). A.

7. νηυϲὶν ἔπι κλονέονται: ἐπὶ τὰϲ ναῦϲ. ἀναϲτρεπτέον τὴν πρόθεϲιν, ὁμοίωϲ καὶ ἐπὶ τοῦ «νηυϲὶν ἔπι προέηκα» (439). ABV.

[*](201 pro δειλοὶ et δάκρυα κατείβεται in versu Hom. correxit L, δειλώ et δάκρυ κατείβετον. idem conferri iubet Λ 441.)
106

39. ἐνθάδε ἐβάρυνεν ὁ Ἀρίϲταρχοϲ τὸ Γλαύκη, εἰϲ ἀποφυγὴν τοῦ ἐπιθετικοῦ τοῦ «γλαυκὴ δέ ϲ’ ἔτικτε θάλαϲϲα» (ΙI. Π 34). ἐπὶ δὲ τοῦ Νημερτήϲ τε καὶ Ἀψευδήϲ οὐκ ἐποιήϲατο μεταβολὴν τόνου. ἔφαμεν δὲ ἤδή περὶ τῶν τοιούτων (cf.Arist.stud. Hom. 265 sqq ). A.

64. ἀπό: Ἀρίϲταρχοϲ φυλάττει τὸν τόνον τῆϲ προθέϲεωϲ. ἔφαμεν δὲ ἐν ἑτέροιϲ (Β 162) ὅτι ἡ ἀπό ἐὰν ϲυντάϲϲηται τῇ γενικῇ μὴ μεταξὺ πιπτουϲῶν λέξεων καὶ ϲημαίνῃ τὸ ἄποθεν φυλάϲϲει τὸν τόνον. οὕτωϲ γοῦν ἀνέγνωμεν κἀπὸ πατρίδοϲ ἄνδρα κατακτάϲμεν (Ιl. N 696) καὶ «οὐκϲ ἐθέλεϲκε μάχην ἀπὸ τείχεοϲ» (Ιl. Ι 353) «καὶ γάρ τίϲ θ’ ἕνα μῆνα μένων ἀπὸ ἧϲ ἀλόχοιο» (Ιl. Β 292). προϲέθηκα δὲ μὴ μεταξὺ πιπτουϲῶν λέξεων διὰ τὸ «ἄπο πλυνοί εἰϲι πόληοϲ (Od. ζ 40) οὐ γὰρ ἐπληϲίαϲε τῇ γενικῇ, ἀλλὰ μεταξὺ ἀνεδέξατο λέξειϲ (cf. quaest.ep. p. 94). A.

68. ἐπιϲχερώ. ὀξύνεται καὶ ϲεϲημείωται, ὥϲπερ καὶ τὸ ἰώ οὐδὲν γὰρ εἰϲ ω λῆγον ἐπίρρημα θέλει ὀξύνεϲθαι. A.