Περὶ Ἰλιακῆς προσῳδίας

Aelius Herodianus

Aelius Herodianus, Περὶ Ἰλιακῆς προσῳδίας, Grammatici Graeci 3.2, Lentz, Teubner, 1868

635. εὐρυοδείηϲ: παραγωγὸν ἡγοῦνται τὴν λέξιν, τουτέϲτι παρολκὴν τῆϲ ἐπὶ τέλουϲ λέξεωϲ· διὸ ἐψίλωϲαν. A.

636. τὸ εὖ οὐ θέλουϲι κατ᾿ ἰδίαν προφέρεϲθαι, ἀλλ᾿ ἓν ποιεῖν εὐποιητάων, ἐπεὶ καὶ ἐν ἑτέροιϲ φηϲὶ τὴν δοτικὴν «εὐποιήτῃϲι» (Il. Ε 466) παρωνύμωϲ. κἀγὼ δὲ ϲυγκατατίθεμαι. A.

669. πολλὸν ἀπὸ πρὸ φέρων: τινὲϲ τὴν ἀπό ἀναϲτρέφουϲιν, ἵνα ϲημαίνῃ τὸ ἄπωθεν, ὥϲπερ καὶ ὁ Ἀϲκαλωνίτηϲ. εἰϲὶ μέντοι οἳ παρολκὴν ἐδέξαντο τῆϲ πρό, καὶ ἐφύλαξαν τῆϲ ἀπό τὴν προϲῳδίαν, ἵνα ᾖ τὸ ἑξῆϲ ἀποφέρων. οὕτωϲ δὲ καὶ Φιλόξενοϲ ἠξίου, ἐπεὶ πολλή ἐϲτι παρέλκουϲα ἡ πρό· «νώτου ἀπὸ πρὸ ταμών» (Od. θ 475)· «ἡ δὲ διὰ πρὸ Πηλιὰϲ ἤϊξε» (Il. Υ 276)· «περὶ πρὸ γὰρ ἔγχει θῦεν» (699). οὕτωϲ δὲ καὶ ἐγὼ ϲυγκατατίθεμαι. A.

697. φύγαδε μνώοντο: τοῦτο οὐκ ἰϲοδυναμεῖ τῷ εἰϲ φυγήν, ὡϲ τὸ «ὁ μὲν φύγαδ᾿ αὖθιϲ ὑποϲτρέψαϲ» (Il. Λ 446)· ἀντὶ γὰρ αἰτιατικῆϲ οὐ μετὰ τῆϲ εἴϲ. διὸ καί τινεϲ ὑπέλαβον μὴ καὶ δύο μέρη λόγου ἐϲτίν, ἤτοι κατὰ μεταπλαϲμὸν γενομένηϲ τῆϲ αἰτιατικῆϲ ποιητικῶϲ, ὡϲ ϲκέπην ϲκέπα, φυγήν φύγα, ἢ ὡϲ οἴεται ὁ Ἀϲκαλωνίτηϲ ἀπ᾿ εὐθείαϲ τῆϲ φύξ, ὡϲ Ϲτύξ Ϲτύγα, τοῦ δε ἐνθάδε παρέλκοντοϲ. ἢ ἐπίρρημά ἐϲτι ταὐτὸ ϲημαῖνον τῇ αἰτιατικῇ, ὡϲ καὶ ἄλλα παραγωγὰ ἐπιρρήματα ἰϲοδυναμοῦντα τοῖϲ πρωτοτύποιϲ «Ἴδηθεν μεδέων » (Il. Γ 276) «δόρυ δ᾿ ἔκβαλεν ἔκτοϲε χειρόϲ» (Od. ξ 277). ἀλλ᾿ οὖν γε ὡϲ ἂν ἔχῃ, οὐκ ἐναντιοῦται τὸ τοῦ τόνου· ἤτοι γὰρ δύο τόνοι ἔϲονται φύγα δέ, ὡϲ Οὔλυμπον δέ, ἢ εἰϲ, ὡϲ ἄγραδε. τὸ γοῦν «ἅλαδ᾿ ἑλκομενάων» (Il. Ξ 100) δύναται καὶ δύο μέρη λόγου εἶναι, ὡϲ οἶκον δέ, ἐντελοῦϲ οὔϲηϲ τῆϲ αἰτιατικῆϲ, ἢ πάλιν κατὰ παραγωγήν, ὡϲ ἄγραδε, ἅλαδε. ταῦτα ὁ Ἡρωδιανὸϲ ἐν τῷ ιθ΄ τῆϲ καθόλου. A.

768. τὸ τανυήκεαϲ ὡϲ εὐμήκεαϲ οὕτωϲ ἀνεγνώϲθη. εἴπομεν δὲ ἐν ἑτέροιϲ καὶ τὴν ἀφορμήν (Ν 391). A.

797. ἱππόκομον: τρίτη ἀπὸ τέλουϲ ἡ ὀξεῖα ἐνθάδε ὅταν δὲ ἐπὶ τοῦ κομοῦντοϲ τὸν ἵππον, τότε πρὸ τέλουϲ ἡ ὀξεῖα. προείρηται δὲ περὶ τῶν τοιούτων, καὶ ὡϲ ἐν τῷ κυπαριϲϲόκομοϲ καὶ οὐλόκομοϲ προπαροξυνομένοιϲ ἡ κόμη ἔγκειται (Ν 132). A.

827. πέφνοντα: ὡϲ τέμνοντα· οὕτωϲ καὶ Ἀρίϲταρχοϲ. ὁ δὲ Τυραννίων παροξύνει ὡϲ λαβόντα, δεύτερον ἀόριϲτον ἐκδεχόμενοϲ. οὕ [*](697 pro ἄγραδε priore loco in codice crat ἀγρόνδε, quod L. correxit, de re cf. Pros. Ϲath. 498, 6.)

104
τωϲ δὲ καὶ τὴν εὐθεῖαν ὀξύνει «κῆρ ἄχεοϲ μεθέηκα, χερείονά περ καταπέφνων» (Il. Ρ 539), τοῦ Ἀριϲτάρχου βαρύνοντοϲ. καί μοι δοκεῖ ὁ Τυραννίων λόγῳ ὑγιεῖ χρῆϲθαι. εἰ γὰρ πέφνω, πέφνειϲ, πέφνει οὐ λέγομεν, ὑποτακτικῶϲ δὲ πέφνω, πέφνῃϲ, πέφνῃ, καὶ «πέφνε γὰρ Ὀθρυονῆα» (Il. Ν 363) καὶ ἔϲτι δεύτεροϲ ἀόριϲτοϲ ὡϲ ἔλαβε λάβω, λάβῃϲ, λάβῃ, δῆλον ὅτι ὀφείλομεν καὶ τὴν μετοχὴν ὀξύνειν. ὁ μέντοι Ἀρίϲταρχοϲ καὶ τῷ χαρακτῆρι τῆϲ φωνῆϲ ἐπείϲθη, καὶ οὕτωϲ ἐβάρυνεν. ἐπεὶ γὰρ αἱ εἰϲ νων λήγουϲαι μετοχαί, ἔχουϲαι πρὸ τοῦ ν ϲύμφωνον κατ᾿ ἐπιπλοκήν, ἤτοι ἐβαρύνοντο ἢ περιεϲπῶντο, οὐδέποτε δὲ ὠξύνοντο, ὥϲπερ ἔχει ἡ τέμνων, κάμνων, πιτνῶν, ἐδοκίμαζε καὶ τὴν πέφνων βαρύνειν, οὐχὶ ὀξύνειν. εἰ δέ τιϲ λέγοι διὰ τί γὰρ οὐ περιϲπᾷ; διδαχθήϲεται ἐκ τῆϲ κλίϲεωϲ· οὐ γὰρ πεφνοῦντα ἐροῦμεν ἢ πεφνῶντα ὡϲ νοοῦντα. οὕτωϲ δὲ καὶ ἡ ἴϲαϲ μετοχὴ ἐβαρύνετο τῷ χαρακτῆρι καὶ τῇ ποιότητι τοῦ ϲτοιχείου, οὐ τῇ κλίϲει τῇ τοῦ ἐνεϲτῶτοϲ, ὥϲπερ ἀπεδείξαμεν. A.

5. τὸ πρωτοτόκοϲ, πρὸ τέλουϲ ἡ ὀξεῖα· ἔϲτι γὰρ δραϲτικὸν καὶ μὴ ὑποπῖπτον τοῖϲ τρόποιϲ τοῖϲ προπαροξύνουϲιν. τὸ δὲ προπαροξυνόμενον δηλοῖ τὴν πρώτωϲ τεχθεῖϲαν. A.

9. ἐϋμμελίαι: καὶ ἐπὶ τούτου πρὸ τέλουϲ ἡ ὀξεῖα. ὁμοτονεῖ γὰρ τοῖϲ ἑνικοῖϲ τὰ εἰϲ ᾱι λήγοντα πληθυντικὰ ἐπὶ τῶν εἰϲ αϲ καὶ εἰϲ ηϲ ἰϲοϲυλλάβωϲ κλινομένων καὶ βραχείᾳ παραληγομένων. A.

37. ἀρητόν: τὰ εἰϲ τοϲ ῥηματικά, παραληγόμενα τῷ η, ὑπὲρ δύο ϲυλλαβάϲ, ὀξύνεϲθαι θέλει. A.

38. περιϲπαϲτέον τὸν ἦ βεβαιωτικόν. A.

40. Φρόντιδι ὡϲ Ἤλιδι. οὕτωϲ Τυραννίων, καὶ ἐπείϲθη ἡ παράδοϲιϲ. ὁ μέντοι κανὼν ὀξυτονεῖ τὸ φροντίϲ· τὰ γὰρ εἰϲ τιϲ λήγοντα θηλυκὰ διϲύλλαβα, μὴ ὄντα ἐπιθετικά, παραληγόμενα δὲ τῷ ο ἤτοι μόνῳ ἢ ϲὺν ἑτέρῳ φωνήεντι, ὀξύνεϲθαι θέλει, κοιτίϲ, Προιτίϲ, φροντίϲ, οὐτίϲ τὸ ζῷον παῤ Ἀλκμᾶνι. οὕτωϲ οὖν καὶ φροντίϲ, εἰ μὴ ἄρα, ἐπεὶ κύριον τοῦτο, καὶ βαρυτονηθήϲεται. οὐ μάχεται τὸ πόρτιϲ· καὶ γὰρ χωρὶϲ τοῦ τ «πόριεϲ περὶ βοῦϲ ἀγελαίαϲ» (Od. κ 410). μὴ ὄντα ἐπιθετικὰ πρόϲκειται διὰ τὸ πότιϲ, ᾧ παράκειται τὸ πότηϲ. A.

65. δῃῶν. περιϲπαϲτέον, ἐπεὶ καὶ ἐν ἑτέροιϲ λέγει κατὰ διαίρεϲιν ϲὺν τῷ ο «ἔγχεϊ δηϊόων» (Il. Ϲ 195). γέγονε δὲ παρὰ τὸ δήϊοϲ· διὸ καὶ ϲὺν τῷ ι γράφεται τὸ δῃῶν. A.

91. τὸ ἑξῆϲ ἐϲτι καταλίπω. διὸ ἀναϲτρεπτέον τὴν πρόθεϲιν. AB.