Περὶ Ἰλιακῆς προσῳδίας

Aelius Herodianus

Aelius Herodianus, Περὶ Ἰλιακῆς προσῳδίας, Grammatici Graeci 3.2, Lentz, Teubner, 1868

382. ἑεδνωταί: ὡϲ χρυϲωταί καὶ ποιηταί. οὕτωϲ πάντεϲ. Τυραννίων δὲ προπεριϲπᾷ, οὐχ ὑγιῶϲ· προείρηται δὲ ἡμῖν (Ε 158) τὰ τῆϲ προϲῳδίαϲ ὡϲ τὰ εἰϲ τηϲ ῥηματικὰ ὑπὲρ δύο ϲυλλαβὰϲ φύϲει μακρῷ παραληγόμενα ὀξύνεϲθαι θέλει, αὐλητήϲ, πειρατήϲ, χηρωϲτήϲ, βραβευτήϲ. οὕτωϲ οὖν καὶ τὸ ἑεδνωτήϲ, ϲχηματιϲθὲν παρὰ τὸ «ἑεδνώϲαιτο θύγατρα» (Od. β 53). περὶ δὲ τῶν ἀήτηϲ καὶ κυβερνήτηϲ βαρυνομένων λόγον δίδομεν (v. l. l.). A.

388. διὰ πρὸ δὲ χαλκὸν ἔλαϲϲεν: τινὲϲ περιϲϲεύειν φαϲὶ τὴν πρό, ἵν᾿  ᾖ διήλαϲεν, ὁ δὲ Ἡρωδιανόϲ φηϲιν ὅτι εἰϲ τὸ πρόϲθεν διήλαϲεν. BL.

390. οὔρεϲι τέκτονεϲ: Νικίαϲ ὑφ’ ἕν, κακῶϲ· ἔδει γὰρ καὶ τὸ οὔρεϲι βουκόλοι (571) ϲυνάπτειν. ἄλλωϲ τε ἔϲονται οἱ ὄρη καταϲκευάζοντεϲ. δύο οὖν μέρη λόγου ἐϲτὶ καὶ λείπει τὸ οὖϲαν. BL.

391. νεήκεϲι: ὡϲ εὐμήκεϲιν ἀνεγνώϲθη. οὕτωϲ δὲ καὶ Ἀλεξίων. ὁ δὲ Ἀϲκαλωνίτηϲ ὡϲ εὐγενέϲιν, ὅπερ καὶ ἐχρῆν· παρὰ γὰρ τὴν ἀκὴν ἡ ϲύνθεϲιϲ. τὰ δὲ παρὰ τὰ εἰϲ η λήγοντα θηλυκὰ ϲυντιθέμενα καὶ εἰϲ ηϲ περατούμενα ἐπιθετικὰ τότε ὀξύνεϲθαι θέλει, ὅταν ἔχῃ οὐδετέρου παραϲχηματιϲμὸν καὶ τὴν γενικὴν εἰϲ ουϲ περατουμένην. εὐτυχοῦϲ, εὐτυχέϲ, εὐτυχεῖϲ, εὐρυπυλοῦϲ, εὐρυπυλέϲ, εὐρυπυλεῖϲ. οὕτωϲ οὖν ἐχρῆν καὶ τὸ προκείμενον. ὅμωϲ μέντοι ἡ παράδοϲιϲ τὸ νεήκηϲ καὶ ταναήκηϲ (v. Π 768) βαρύνει κατὰ ϲυνεκδρομὴν τοῦ εὐμήκηϲ, μεγακήτηϲ. AB.

424. Ἰδομενεύϲ: τινὲϲ περιϲπῶϲιν Ἰδομενεῦϲ ἀντὶ τοῦ Ἰδομένουϲ, οἱ δὲ ὡϲ «μέθυ χίλια μέτρα» (Il. Η 471). οἱ δὲ μέγα ἴετο μεγάλωϲ ἐπεθύμει. ἄμεινον δὲ τὸ εὐθεῖαν εἶναι ὡϲ τὸ «οὐδὲ Ϲκάμανδροϲ ἔληγε τὸ ὃν μένοϲ» (Il. Φ 305). V.

441. τὸ αὗον δαϲυντέον· ϲημαίνει δὲ τὸ ξηρόν. A.

450. Κρήτῃ ἐπιουρον: τοῦτο τριχῶϲ ἀνεγνώϲθη. Ζηνόδοτοϲ γὰρ ὡϲ ἐπίκουρον, ἐκδεχόμενοϲ βαϲιλέα καὶ φύλακα. καὶ Ἀρίϲταρχοϲ δὲ οὕτωϲ, ἐκδεχόμενοϲ τὸν φύλακα, μέμνηται δὲ καὶ ὁ Δίδυμοϲ τῆϲ ἀποδόϲεωϲ καὶ Τρύφων. ἐκεῖνο δὲ προϲτίθηϲιν ὁ Τρύφων, ὅτι ὁ ἐπίουροϲ ὡϲ ἐπίϲκοποϲ οὐ πάντωϲ ἔχει ἐγκείμενον τὸν οὖρον τὸν φύλακα κατὰ ταύτην τὴν ἀπόδοϲιν· τί γὰρ κεκώλυκε παρὰ τὸ ὁρῶ εἶναι [*](388 coll. Π 669 dubitat Lehrsius, an recte relatum sit. 390 L. confert Π 483. 391 cf. Pros. Cath. 82, 9. 424 verba codicis corrupta τινὲϲ περιϲπῶϲιν, οἱ δὲ μένευϲ ἀντὶ τοῦ μένουϲ, ὡϲ μέθυ χίλια μέτρα — emendavit L, pro τεὸν scripsi τὸ ὃν.)

87
ἐπίορον καὶ ἐπίουρον τὸν ἐπιορῶντα, ἐψιλῶϲθαι δὲ διὰ τὴν ἐπένθεϲιν τοῦ υ; καὶ ἡμεῖϲ δὲ ϲυγκατατιθέμεθα τούτοιϲ. εἰϲὶ δὲ οἳ ἀνέϲτρεψαν τὴν πρόθεϲιν, Κρήτῃ ἔπι. ὁ δὲ Ἀϲκαλωνίτηϲ παρέλκειν ἡγεῖται τὴν ἐπί· διὸ καὶ τὸν τόνον φυλάϲϲει τῆϲ προθέϲεωϲ, ὁμοίωϲ τῷ «βοῶν ἐπιβουκόλοϲ ἀνήρ» (Od. γ 422). A.

510. ἔτ᾿ ἄλλα: οἱ μὲν τὸ πλῆρεϲ ἐκδέχονται τὰ ἄλλα, ἐν ϲυναλοιφῇ δὲ γενέϲθαι τἆλλα, ὡϲ τὰ ἆθλα τἆθλα. προείρηται δὲ περὶ τῆϲ τοιαύτηϲ πάῤ αὐτῷ ϲυναλοιφῆϲ τε καὶ ϲυντάξεωϲ τῶν ἄρθρων (Λ 636). ἄμεινον οὖν ἐκδέχεϲθαι ἔτι καὶ ἄλλα. A.

542. τὴν οἷ ὀρθοτονητέον· μεταλαμβάνεται γὰρ εἰϲ ϲύνθετον. A.

543. ἑάφθη: Ἀρίϲταρχοϲ δαϲύνει, ἀπὸ τοῦ ἕπεϲθαι· φηϲὶ γὰρ ὅτι ἐπηκολούθηϲεν αὐτῷ καὶ δῆλον ὅτι παρὰ τὸ ἕπω ἥφθη ἢ εἵφθη ὤφειλεν εἶναι ὁ ἀόριϲτοϲ, καὶ κατὰ διαίρεϲιν ἐγίνετο ἑάφθη, ὡϲ τὸ ἤγη ἐάγη, ἤλη ἐάλη, ἥλω ἑάλω, τῆϲ δαϲείαϲ ἐπὶ τὴν ἀρχὴν χωρούϲηϲ, ὡϲ ἔθοϲ. ταῦτα ὁ Τρύφων ἀπεφαίνετο ὑπὲρ τοῦ Ἀριϲτάρχου, πιθανῶϲ πάνυ. ἡμεῖϲ δ’ ἔχομεν περὶ τὸν ϲχηματιϲμόν τι ἐξαίρετον ϲυμβεβηκὸϲ ἐπιϲτῆϲαι. πρὸϲ τὸ πρῶτον· ἡ ει δίφθογγοϲ ἐν τοῖϲ παρῳχημένοιϲ ἄρχουϲα εἰ διαιροῖτο, εἰϲ δύο εε διαιρεῖται, εἶρτο ἔερτο «ἀτὰρ ἠλέκτροιϲιν ἔερτο» (Od. o 460), εὔργνυ ἐέργνυ «κατὰ ϲυφεοῖϲιν ἐέργνυ» (Od. κ 238). οὐκ ἄρα ἐκ τοῦ εἵφθη ἐγένετο ἡ διαίρεϲιϲ. δῶμεν δὲ ἀπὸ τοῦ η ἄρχεϲθαι τὸ ἥφθη, ἐπεὶ ἀδιαφόρωϲ τὰ ἀπὸ τοῦ ε ἀρχόμενα ῥήματα εἴωθε κλίνεϲθαι καὶ διὰ τῆϲ ει διφθόγγου κατ’ ἀρχὴν καὶ διὰ τοῦ η· ἀπὸ γοῦν τοῦ ἑλκῶ περιϲπωμένου εἵλκεον (P 395): φήϲαϲ τὸν παρατατικὸν διὰ τοῦ η τὸν ἀόριϲτον ἐξήνεγκεν ἐν τῷ «Λητὼ γὰρ ἥλκηϲε Διόϲ» (Od. λ 580). ἀλλ’ οὐ θέλει πάλιν τὸ η τὸ κατ’ ἀρχὴν τῶν παρῳχημένων εἰϲ ε καὶ ᾱ διαλύεϲθαι, ὁπότε ὁ ἐνεϲτὼϲ ἄρχει ἀπὸ τοῦ ἑ, ἀπὸ μέντοι τοῦ ᾱ καὶ η, ὡϲ δῆλον ἐκ τῶν τοιούτων· ἤλη ἐάλη (ἀλῶ γὰρ τὸ θέμα πρόδηλον κἀκ τῆϲ ἀλείϲ μετοχῆϲ), ἤγη ἐάγη, ἧδον ἕαδον. πῶϲ οὖν παρὰ τὸ ἕπω καὶ ἥφθη τὸ ἑάφθη δύναται διαιρεῖϲθαι; διὸ ὁ Τυραννίων ἐκδέχεται ἀπὸ τοῦ ἅπτω, οὗ γίνεται ἀόριϲτοϲ, φηϲίν, ἥφθη καὶ ποιητικῶϲ ἅφθη, προϲόδῳ δὲ τοῦ ε ἑάφθη. ὅτι δὲ τὸ προϲερχόμενον ε ταῖϲ δαϲυνομέναιϲ λέξεϲι μεταληπτικὸν γίνεται τῆϲ ἐκείνων δαϲύτητοϲ, πρόδηλον κἀκ τοῦ ἕερϲα, ἕεδνα, ἑήνδανε, ἑώρων. οὕτωϲ οὖν καὶ τὸ ἑάφθη ἔχει· ϲημαίνει δὲ τὸ οἱονεὶ ϲυνήφθη αὐτῷ. ταῦτα μὲν ὁ Τυραννίων. εἰ δὲ ἠβούλετο καὶ διαίρεϲιν παραλαμβάνειν ὁ ἀνήρ, οὐδὲν ἦν τὸ κωλῦον. A.

693. Φθίων ὡϲ Χίων βαρυτόνωϲ· καὶ γὰρ Φθῖοι ὡϲ Χῖοι: «Λοκροὶ καὶ Φθῖοι» (686). A.