Problemata

Aristotle

Aristotle. Aristotelis Quae Feruntur Problemata Physica. Ruelle, Charles, editor. Leipzig: Teubner, 1922.

Διὰ τί οἱ ὑγροὶ ταχὺ πνίγονται πονήσαντες καὶ ὑπὸ τοῦ καύματος; ἢ ὅτι ἐκθερμαινόμενον τὸ ὑγρὸν ἀὴρ γίνεται, καὶ κάει μᾶλλον τὸ πλέον; ὅταν οὖν μὴ δύνηται ὑπεξάγειν

διὰ τὸ πλῆθος, οὐ γίνεται κατάψυξις, ὥστε ταχὺ ἐκπυροῦται ὑπὸ τοῦ συμφύτου καὶ ἐπικτήτου θερμοῦ. διὸ καὶ οἱ γινόμενοι ἱδρῶτες τοῖς γυμναζομένοις καὶ ὅλως τοῖς πονοῦσιν καὶ ἡ τοῦ πνεύματος ἔξοδος ὠφέλιμον· διακρινομένου γὰρ καὶ λεπτυνομένου τοῦ ὑγροῦ πνεῦμα γίνεται.

Διὰ τί τὰ σύμμετρα τῶν σωμάτων κάμνει τε πολλάκις καὶ ἀπαλλάττει ῥᾷον; ἢ διὰ ταὐτὸ ἄμφω; ὁμαλὸν γὰρ τὸ σύμμετρον, τὸ δὲ ὁμαλὸν ὁμοπαθέστερον· ἐὰν οὖν τι πονήσῃ μέρος, εὐθὺς συμπονεῖ τὸ ὅλον. τὸ δὲ ἀσύμμετρον, ἅτε μᾶλλον ἀπηρτημένον, οὐ συναπολαύει τῶν μερῶν. κάμνει μὲν οὖν πολλάκις διὰ τοῦτο, ῥᾷον δὲ ἀπαλλάττει, ὅτι πᾶν κοινωνεῖ τὸ σῶμα· εἰς πλείω γὰρ διανεμόμενον τὸ πάθος γίνεται ἀσθενέστερον, ὥστε εὐαπαλλακτότερον. τὸ δὲ ἀσύμμετρον, ἅτε οὐ κοινωνοῦν τοῖς μέρεσιν, ἐλαττονάκις μὲν κάμνει, χαλεπώτερον δὲ ἀπαλλάττει· σφοδρὸν γὰρ τὸ πάθος.

Διὰ τί κοπιῶσι μὲν μᾶλλον ἐν τοῖς ὁμαλοῖς ἢ ἐν τοῖς ἀνωμάλοις, θᾶττον δὲ βαδίζουσιν τὴν ὁμαλὴν ἢ τὴν ἀνώμαλον; ἢ ὅτι ἀκοπώτατον μὲν τὸ μὴ ἀεὶ ... ἐν τῇ ἀνωμάλῳ πορείᾳ μᾶλλον, θᾶττον δὲ πορεύονται, ὅπου ἐν τῷ ἴσῳ χρόνῳ ἐλάττων ἡ ἀναφορά. ἐν μὲν οὖν τῷ ὁμαλεῖ μικρὰ ἡ ἄρσις καὶ πυκνή, ἐν δὲ τῷ ἀνωμάλῳ τοὐναντίον. τὸ δὲ παρ’ ἑκάστην βάσιν γινόμενον πολὺ γίνεται παρὰ πολλάς.

Διὰ τί καταβαίνοντες μὲν τὰ κατάντη τοὺς μηροὺς μάλιστα πονοῦμεν, ἀναβαίνοντες δὲ τὰς κνήμας; ἢ ὅτι ἀναβαίνοντες μὲν τῷ αἴρειν τὸ σῶμα; ἅπαν γὰρ γίνεται φορτίον

τὸ σῶμα. ᾧ οὖν ἅπαν ἐπίκειται καὶ ᾧ αἴρομεν, τοῦτο μάλιστα πονεῖ. ἡ δὲ κνήμη τοῦτο. ἔσχατον γάρ, μῆκος ἔχον, καὶ οὐχ ὥσπερ ὁ ποὺς πλάτος ἔχει· διὸ σαλεύεται. ὥστε οἷον τῷ ὤμῳ τὰ βάρη κινοῦμεν, καὶ ἐπὶ τούτῳ ἔχομεν. τοιγαροῦν καὶ πονοῦμεν τὸν ὦμον μάλιστα. καταβαίνοντες δὲ τῷ ἐμπίπτειν τὸ σῶμα κάτω καὶ προωθεῖν παρὰ φύσιν ὁ πόνος ἐστίν, ὥστεᾧ ᾧ μάλιστα ἐπιπίπτει καὶ σαλεύει, τοῦτο παρέχει τὸν πόνον. ἡ μὲν οὖν κνήμη μένει, τὸ δὲ βάρος ὁ θώραξ γίνεται· ὁ δὲ μηρὸς δέχεταί τε καὶ σαλεύεται διὰ τὸ μῆκός τε ἔχειν καὶ στρέφεσθαι ἄνωθεν, ᾗ ὁ θώραξ ἐπιπίπτει.

Διὰ τί πλείων δοκεῖ ἡ ὁδὸς εἶναι, ὅταν μὴ εἰδότες βαδίζωμεν πόση τις, ἢ ὅταν εἰδότες, ἐὰν τἆλλα ὁμοίως ἔχοντες τύχωμεν; ἢ ὅτι τὸ εἰδέναι πόση τὸ εἰδέναι ἐστὶ τὸν ἀριθμὸν αὐτοῦ· καὶ πλεῖον ἀεὶ τὸ ἀόριστον τοῦ ὡρισμένου; ὥσπερ οὖν εἰ ᾔδει ὅτι τοσήδε, πεπερασμένην ἀνάγκη εἶναι, οὕτω καὶ εἰ μὴ οἶδεν, ὡς ἀντιστρέφοντος παραλογίζεται ἡ ψυχή, καὶ φαίνεται εἶναι ἄπειρος. ἔτι τὸ ποσὸν ὡρισμένον καὶ τὸ ὡρισμένον ποσόν. ὅταν τοίνυν μὴ φαίνηται ὡρισμένον, ὥσπερ ἄπειρον φαίνεται εἶναι, διὰ τὸ τὸ πεφυκὸς ὡρίσθαι, ἐὰν μὴ ᾖ ὡρισμένον, ἄπειρον εἶναι, ὥστε καὶ τὸ φαινόμενον μὴ ὡρίσθαι φαίνεσθαι ἀνάγκη πως ἀπέραντον.

Διὰ τί τοὺς μηροὺς μᾶλλον ἢ τὰς κνήμας κοπιῶσιν; πότερον ὅτι ἐγγὺς τοῦ τόπου τοῦ ἔχοντος τὸ περίττωμα, ὥστε ἂν ὑπερβάλλῃ διὰ τὴν κίνησιν τῇ θερμότητι, συσπῶσιν οἱ μηροὶ μᾶλλον καὶ πλεῖον ἢ αἱ κνῆμαι; ἢ διὰ τὸ συμφυὲς

εἶναι μᾶλλον τοὺς μηρούς; μάλιστα γὰρ πονοῦσιν τῇ τοῦ συνεχοῦς διαστάσει. καὶ γὰρ ἂν μηδὲν ἔχοντες περίττωμα κοπιάσωσιν, ὅμως τοὺς μηροὺς καὶ τὴν ὀσφὺν πονοῦσι μᾶλλον. ἢ ὅτι καθάπερ οἱ βουβῶνες γίνονται πληγέντες διὰ τὴν συνάρτησιν τῶν φλεβῶν καὶ νεύρων, οὕτω καὶ οὗτος; ἐγγυτέρω δὲ τῆς ἀρχῆς ὁ μηρός. ἢ διότι μᾶλλον ἐν τῷ αὐτῷ σχήματι ὁ μηρὸς τῆς κνήμης; τοῦτο δὲ κοπιαρώτερον. ἢ ὅτι σαρκώδης, ὥστε πολὺ τὸ κατὰ φύσιν ἔχον ἐν αὐτοῖς;

Διὰ τί ἐνίοις, ὅταν πονήσωσιν, ἕλκη ἐκφύουσιν; ἢ ὅταν τὸ σῶμα ἀκάθαρτον ιἦ, ἡ κίνησις θερμαίνουσα καὶ ἄλλα περιττώματα συνεξικμάζει μετὰ τοῦ ἱδρῶτος; παχέα δὲ ὄντα καὶ χυμοὺς ἔχοντα μοχθηρούς, ὀξεῖς καὶ πικροὺς καὶ ἁλμυρούς, τὰ περιττώματα ἐκκρίνεσθαι μὲν οὐ δύναται διὰ πάχος, ἐξαίρεται δὲ διὰ τῆς σαρκὸς καὶ ἐξελκοῖ διὰ πικρότητα τοῦ χυμοῦ.

Διὰ τί τοῖς ἐκ τῶν γυμνασίων καὶ φαρμακοποσιῶν οὐκ εὐθὺς προσφέρουσι τροφήν; ἢ διότι καθαίρεται τὸ σῶμα ἔτι, καὶ οὐκ ἀναπέπαυται πονοῦν, καὶ ἀποκέκριται τὰ περιττώματα;

Διὰ τί χαλεπώτερον θεῖν ἢ βαδίζειν; ἢ ὅτι πλεῖον φορτίον φέρει ὁ θέων; ὅταν γὰρ ιἦ μετέωρος, ἅπαν ἐφ’ ἑαυτῷ ἔχει. ὁ δὲ βαδίζων, οἷον οἱ ἐπὶ τοῖς τειχίοις ἀναπαυόμενοι, ἐπιθεὶς ἔχει ἐπὶ τῷ ἠρεμοῦντι.

Διὰ τί ἐκ τῶν γυμνασίων οὐ πεινῶσιν εὐθύς; πότερον διὰ τὴν ὑπόλειψιν τῆς συντήξεως, ἕως ἀντιπεφθῇ; ἢ διὰ τὸ πνεῦμα ὃ ποιεῖ ὁ πόνος ἐκ τοῦ ὑγροῦ; ἢ διὰ τὴν δίψαν ἣ γίνεται ἐκ τοῦ θερμαίνεσθαι πονοῦντας; πάντα γὰρ συμβαίνει ταῦτα.

Διὰ τί ἐξονειρωκτικοί εἰσιν οἱ κοπιῶντες καὶ φθισιῶντες; ἢ ὅτι ὅλως ἐξονειρωκτικοὶ οἱ θερμοὶ καὶ ὑγροί; τὸ γὰρ σπέρμα τοιοῦτόν ἐστι τὴν φύσιν. τὸ τοιοῦτο δὲ ἐξ οὕτω διακειμένων μάλιστα γίνεται, ὅταν ἡ ἀπὸ τοῦ ὕπνου θερμότης προσγένηται· μικρᾶς γὰρ ῥοπῆς τὰ σώματα δεῖται, καὶ ταύτης ἔσωθεν, ἀλλ’ οὐκ ἔξωθεν. οἱ δὲ φθισικοὶ καὶ κοπιῶντες οὕτω διάκεινται· οἱ μὲν γὰρ κοπιῶντες διὰ τὸν κόπον καὶ τὴν κίνησιν συντήγματος θερμοῦ πλήρεις εἰσίν, οἱ δὲ φθισικοὶ διὰ τὸν κατάρρουν καὶ τὴν γινομένην θέρμην ὑπὸ τῆς φλεγμασίας.

Διὰ τί τὸ ἀριστερὸν σκέλος χαλεπώτερον τρίβεσθαι ὑφ’ ἑαυτοῦ πολὺν χρόνον ἢ τὸ δεξιόν; ἢ ὅτι τοῖς δεξιοῖς πονεῖν δυνάμεθα; ἐν τοῖς δὲ παρὰ φύσιν ἡ τοῦ ἀριστεροῦ σκέλους τρῖψις ἐξεστραμμένως γίνεται. τὰ δὲ παρὰ φύσιν ποιούμενα χαλεπά. τῇ δὲ ἀριστερᾷ τὰ δεξιὰ οὐθὲν ἐπίδηλον διὰ τὸ μηθετέρως ἰσχύειν.

Διὰ τί ὑγιεινὸν τὸ τροφῆς μὲν ὑποστέλλεσθαι, πονεῖν δὲ πλείω; ἢ ὅτι τοῦ νοσεῖν αἴτιον περιττώματος πλῆθος; τοῦτο δὲ γίνεται ἢ διὰ τροφῆς ὑπερβολὴν ἢ διὰ πόνων ἔνδειαν.

Διὰ τί οὐ δεῖ πυκνοῦν τὴν σάρκα πρὸς ὑγίειαν, ἀλλ’ ἀραιοῦν; ὥσπερ γὰρ πόλις ὑγιεινὴ καὶ τόπος εὔπνους (διὸ καὶ ἡ θάλαττα ὑγιεινὴ), οὕτω καὶ σῶμα τὸ εὔπνουν μᾶλλον ὑγιεινόν. δεῖ γὰρ ἢ μὴ ὑπάρχειν μηθὲν περίττωμα, ἢ τούτου ὡς τάχιστα ἀπαλλάττεσθαι· καὶ δεῖ οὕτως ἔχειν τὰ σώματα ὥστε λαμβάνοντα εὐθὺς ἐκκρίνειν τὴν περίττωσιν,

καὶ εἶναι ἐν κινήσει καὶ μὴ ἠρεμεῖν. τὸ μὲν γὰρ μένον σήπεται, ὥσπερ ὕδωρ, τὸ δὲ σηπόμενον καὶ μὴ κινούμενον νοσοποιεῖ· τὸ δ’ ἐκκρινόμενον πρὸ τοῦ διαφθαρῆναι χωρίζεται. τοῦτ’ οὖν πυκνουμένης μὲν τῆς σαρκὸς οὐ γίνεται (ὡσπερεὶ γὰρ ἐμφράττονται οἱ πόροι), ἀραιουμένης δὲ συμβαίνει. διὸ καὶ οὐ δεῖ ἐν τῷ ἡλίῳ γυμνὸν βαδίζειν· συνίσταται γὰρ ἡ σάρξ, καὶ κομιδῇ ἀποσαρκοῦνται, καὶ ὑγρότερον τὸ σῶμα γίνεται. τὸ μὲν γὰρ ἐντὸς δὴ μένει, τὸ δ’ ἐπιπολῆς ἀπαλλάττεται, ὥσπερ καὶ τὰ κρέα τὰ ἑφθὰ τῶν ὀπτῶν μᾶλλον. οὐδὲ τὰ στήθη γυμνὰ ἔχοντα βαδίζειν· ἀπὸ γὰρ τῶν ἄριστα ᾠκοδομημένων ὁ ἥλιος ἀφαιρεῖ ὃ ἥκιστα δεῖται ἀφαιρέσεως, ἀλλὰ μᾶλλον τὰ ἐντός. ἐκεῖθεν μὲν οὖν διὰ τὸ πόρρω εἶναι, ἂν μὴ μετὰ πόνου, οὐκ ἔστιν ἱδρῶτ’ ἀναγαγεῖν, ἀπὸ τούτου δὲ διὰ τὸ πρόχειρον εἶναι ῥᾴδιον.

Διὰ τί κοπώδεις οἱ βραχεῖς τῶν περιπάτων; ἢ ὅτι πολλάκις συνίστανται καὶ οὐχ ὁμαλῶς κινοῦνται περὶ τὰς καμπάς; τὸ δὲ τοιοῦτον κοπῶδες.

Διὰ τὶ ἑστηκότες ἐν τῷ ἡλίῳ μᾶλλον θερμαίνονται ἢ κινούμενοι, καὶ ταῦτα τῆς κινήσεως θερμαντικῆς οὔσης; ἢ οὐ πᾶσα κίνησις θερμαίνει, ἀλλ’ ἐνία ψύχει, οἷον καὶ ἐπὶ τῶν τὰς χύτρας τὰς ἑψημένας φυσώντων καὶ κινούντων συμβαίνει. εἰ οὖν ἑστηκότι μὲν προσμένει τὸ θερμόν, προσμένον δὲ μᾶλλον θερμαίνει ἢ κινούμενον (ἀεὶ γὰρ τὸ σῶμα ἴδιον ἡμῶν ἀτμίδα τινὰ χλιαρὰν ἀφίησιν ἀφ’ ἑαυτοῦ, ἡ θερμαίνει τὸν ἐγγὺς ἀέρα ὥσπερ δαλὸς παρών), ἠρεμούντων μὲν ἡμῶν θερμὸς γίνεται ὁ περιέχων ἡμᾶς ἀὴρ διὰ τὰ εἰρημένα, κινουμένων δὲ πνεῦμα γίνεται, ὅ καταψύχει ἡμᾶς· πᾶν γὰρ πνεῦμα ψυχρόν ἐστιν.

Διὰ τί οἱ ἐπὶ τῶν ἵππων ὀχούμενοι, ὅσῳ ἂν θᾶττον θέῃ ὁ ἵππος, τοσούτῳ μᾶλλον δακρύουσι τὰ ὄμματα, καὶ οἱ πεζοί, ὅσῳ ἂν μᾶλλον τρέχωσιν; πότερον διὰ τὸ ψυχρὸν εἶναι τὸν προσπίπτοντα ἀέρα; τὸ γὰρ ψῦχος δακρύειν ποιεῖ· συστέλλον γὰρ καὶ πυκνοῦν τὴν σάρκα ἐκκαθαίρει τὸ ὑγρόν. ἢ διὰ τοὐναντίον; τὸ γὰρ θερμὸν ποιεῖ ἱδρῶτας, τὸ δὲ δάκρυον ἱδρώς τίς ἐστι. διὸ καὶ γίνονται ὑπὸ θερμασίας ἄμφω ταῦτα, καὶ ἁλυκά ἐστιν ὁμοίως. ἡ δὲ κίνησις θερμότητα ποιεῖ. ἢ διὰ τὴν ὑπὸ τοῦ ἀέρος πληγήν; ὡς γὰρ οἱ ἄνεμοι ταράττουσιν οἱ ἐξ ἐναντίας τὰ ὄμματα, οὕτω καὶ ὁ ἀὴρ ὁ προσπίπτων, ὅσῳ ἂν θᾶττον ἐλαύνῃ ἢ αὐτὸς τρέχῃ, τοσούτῳ μᾶλλον ποιεῖ πληγὴν μαλακήν, δι’ ἣν γίνεται δακρύειν, ἀραιουμένων τῶν τοῦ ὀφθαλμοῦ πόρων ὑπὸ τῆς πληγῆς· πᾶσα γὰρ πληγὴ διαιρετικόν ἐστιν ἢ θλαστικόν.

Διὰ τί δεῖ τοὺς μὲν θερινοὺς κόπους λουτρῷ ἰᾶσθαι, τοὺς δὲ χειμερινοὺς ἀλείμματι; ἢ τούτους μὲν διὰ τὰς φρίκας καὶ τὰς γινομένας μεταβολὰς θερμῷ δεῖ λύειν, ὃ ποιήσει ἀλεάζειν (τὸ δὲ ἔλαιον θερμὸν)· ἐν δὲ τῷ θέρει καθυγραίνειν. ἡ γὰρ ὥρα ξηρά, καὶ οὐ γίνονται φρῖκαι διὰ τὴν ἀλέαν. ὀλιγοσιτία δὲ καὶ κωθωνισμὸς θέρους, τὸ μὲν ὅλως, τὸ δὲ μᾶλλον, ὁ μὲν πότος θέρους ὅλως διὰ τὴν ξηρότητα, ἡ δὲ ὀλιγοσιτία κοινὸν μέν, μᾶλλον δὲ θέρους· ἐκθερμαίνεται γὰρ μᾶλλον διὰ τὴν ὥραν ὑπὸ τῶν σιτίων.

Διὰ τί οἱ θέοντες εὐτόνως μάλιστα λαμβάνουσι σπάσματα, ὅταν τις θέουσιν αὐτοῖς ὑποστῇ; ἢ ὅτι ταῦτα μάλιστα διασπᾶται, ἃ εἰς τοὐναντίον τε καὶ ἰσχυρῶς ἕλκεται καὶ κινεῖται; ὅταν οὖν θέοντος καὶ σφοδρῶς ὠθουμένων τῶν μορίων εἰς τὸ πρόσθεν ὑποστῇ τις, συμβαίνει ἄμα ἀντισπᾶν εἰς τοὐναντίον, ἔτι φερομένων εἰς τοὔμπροσθεν, ὥστε ἡ

σπάσις τοσούτῳ ἰσχυροτέρα γίνεται, ὅσῳ ἂν θέωσι σφοδρότερον.

Διὰ τί τῶν περιπάτων οἱ κατὰ τὰς ὁδοὺς ἀκοπώτεροί εἰσιν οἱ ἀνώμαλοι τῶν εὐθέων; ἢ διὰ τὸ τὴν φορὰν ὀρθὴν εἶναι κατὰ φύσιν παντὶ τῷ σώματι; οἱ δ’ ἐν τοῖς ὁμαλοῖς τῶν ἀνωμάλων κοπιωδέστεροι· τοῖς γὰρ αὐτοῖς μέρεσι τοὺς πόνους παρέχουσιν, οἱ δ’ ἐν τοῖς ἀνωμάλοις διαμερίζουσι μᾶλλον εἰς ἅπαν τὸ σῶμα. αἱ δὲ ἀλέαι μᾶλλον ἰσχνοῦσι τῶν ἐν τοῖς ψύχεσιν· τοῖς γὰρ ἔξω μέρεσι πλείονα τὸν πόνον παρέχονται· διὸ καὶ τοὺς ἱδρῶτας ἐμποιοῦντες ἰσχναίνουσιν. οἱ δ’ ἐν τοῖς ψύχεσι στριφνοτέραν τὴν σάρκα ποιοῦσιν καὶ τῶν σιτίων ἐπιθυμητικωτέρους· τοῖς γὰρ ἔσω μέρεσιν τὴν αὔξησιν τοῦ θερμοῦ ποιοῦνται, καὶ δυσκινήτων γινομένων ὑπὸ τοῦ ψύχους τὸν μὲν ἔσω τόπον καθαίρουσι, τὴν θερμασίαν αὐξάνοντες ἐν αὐτῷ, τὴν δὲ σάρκα στερεὰν ποιοῦσιν, οὐ δυνάμενοι κρατεῖν διὰ πάσης αὐτῆς. ὁμοίως οἱ ἀνάντεις τῶν κατάντων ἐπιπονώτεροι καὶ ἰσχναντικώτεροι. οἱ μὲν γὰρ ἀνάντεις τὴν ὀσφὺν μάλιστα ποιοῦσι πονεῖν, οἱ δὲ κατάντεις τοὺς μηρούς· τοῖς γὰρ μηροῖς τὸ βάρος πᾶν ἐμπῖπτον κόπους εἴωθεν παρέχειν. ἄνω γὰρ παρὰ φύσιν ὑπὸ τοῦ θερμοῦ βίᾳ φερόμενος ἐκθερμαίνει. διὸ τούς τε ἱδρῶτας ἐμποιοῦσι, καὶ τὸ πνεῦμα μετεωρίζοντες ἰσχναίνουσιν, καὶ τὴν ὀσφὺν ὀδυνῶσιν· τὰ γὰρ σκέλη χαλεπῶς ἀναγόμενα τὴν ὀσφὺν κάμπτουσίν τε καὶ ἀνασπῶσιν, ὑφ’ ὧν ἀναγκάζονται μάλιστα πονεῖν. οἱ δ’ ἐν ἀντιτύποις περίπατοι τοῖς τε μυσὶ καὶ τοῖς τεταμένοις τῶν σκελῶν παρέχουσι κόπους·

συντάσεις γὰρ ἐμποιοῦσι τοῖς νεύροις καὶ τοῖς μυσί, βιαίας γενομένης τῆς ἀπερείσεως αὐτοῖς. οἱ δ’ ἐν τοῖς μαλακοῖς τοῖς ἄρθροις κοπιώδεις εἰσίν· τῶν γὰρ ἄρθρων πυκνὰς τὰς κάμψεις ποιοῦσιν, ἅτε ἐνδιδούσης τῆς βάσεως. τὸ δ’ αὐτό ἐστι πρόβλημα.