Problemata

Aristotle

Aristotle. Aristotelis Quae Feruntur Problemata Physica. Ruelle, Charles, editor. Leipzig: Teubner, 1922.

Διὰ τί μακροὶ μὲν ὄντες οἱ περίπατοι ἐν τοῖς ὁμαλέσιν κοπιαρώτεροί εἰσιν τῶν ἀνωμάλων, βραχεῖς δὲ ἀκοπώτεροι; ἢ ὅτι ἥ τε πολλὴ κίνησις ποιεῖ κόπον καὶ ἡ ἰσχυρά. τοιαύτη δὲ ἡ σπασματώδης, πολλὴ δὲ ἡ συνεχὴς καὶ μία. ἐν μὲν οὖν τοῖς ἀνάντεσιν, ἐὰν ᾖ μακρά, ἀνάπαυσις γίνεται ἡ μεταβολή, καὶ οὐ μακρὰ ἡ κίνησις, οὐδὲ ἵππων αὐτῶν, διὰ τὴν μεταβολήν· ἐν δὲ τοῖς ὁμαλέσιν ἡ ὁμοιότης τοῦ σχήματος οὐ διαλαμβάνει οὐδὲ ἀναπαύει τὰ μέρη, ἀλλὰ συνεργάζεται πρὸς τὸ συνεχῆ τὴν κίνησιν εἶναι. ὅταν δὲ ᾖ βραχεῖα, διὰ μὲν τὸ πλῆθος τῆς κινήσεως ἐν τοῖς ἐπιπέδοις οὐ γίνεται κόπος· ἐν δὲ τοῖς ἀνάντεσι διὰ τὸ τὴν μεταβολὴν ἰσχυρὰν γίνεσθαι καὶ ἐναντίαν, ὁτὲ μὲν ἄνω ὁτὲ δὲ κάτω, ποιεῖ κόπον. τοιαύτη δέ, ὡς φαμέν, ἐν τοῖς ἀνάντεσιν, ἐν δὲ τοῖς πεδινοῖς τοὐναντίον.

Δὶα τί τοῖς λειποψυχοῦσιν καὶ τοῖς ἐκ τῶν γυμνασίων διαλυομένοις ἐλάττους τε οἱ ὄγκοι καὶ ὀξύτεραι δοκοῦσιν εἶναι αἱ φωναί; ἢ ὅτι αἵ τε φωναὶ ἐλάττους φαινόμεναι ὀξύτεραι φαίνονται (σημεῖον δὲ ὅτι μιμούμενοι τοὺς πόρρωθεν ὀξὺ φθέγγονται) καὶ οἱ ὄγκοι ἐλάττους;

Διὰ τί ἡ γαστὴρ μόνον λεπτύνεται τῶν γυμναζομένων; ἢ ὅτι πλείστη ἡ πιμελὴ περὶ τὴν γαστέρα;

Διὰ τί τὸ πῖον τετριμμένον γίνεται τοῖς πονοῦσιν; ἢ διότι τὸ πῖον τήκεται θερμαινόμενον, ἡ δὲ κίνησις θερμαίνει, ἡ δὲ σὰρξ οὐ τήκεται.

Διὰ τί δὲ τὰ περὶ τὴν κοιλίαν πιότατα; πότερον ὅτι ἐγγύς ἐστι τῆς τροφῆς; ἐν ὅσῳ οὖν τἆλλα παρ’ ἐκείνης λαμβάνει, αὐτὴ πολλάκις λαμβάνει. ἢ ὅτι ἥκιστα πονεῖ καμπὰς γὰρ οὐκ ἔχει.

Διὰ τί οἱ κόποι μᾶλλον παύονται, ὅταν τις τῷ ἐλαίῳ ὕδωρ συμμίξας ἀνατρίψηται; ἢ ὅτι μᾶλλον εἰσδύεται τὸ ἔλαιον μετὰ τοῦ ὕδατος; ἐὰν δὲ αὐτὸ καθ’ αὑτὸ ᾖ, οὐχ ὁμοίως παρεισδύνει διὰ τὸ ἐπιπολαστικὸν εἶναι. μᾶλλον οὖν μαλάττεται τὸ σῶμα εἰσδυομένου, ἐπεὶ τὸ ἔλαιόν ἐστι φύσει θερμόν, τὰ δὲ θερμὰ καὶ ξηραίνει καὶ σκληρύνει, πρὸς δὲ τοὺς κόπους ἀξύμφορόν ἐστιν ἡ ξηρασία καὶ ἡ σκληρότης· μετὰ δὲ τοῦ ὕδατος ἀνατριφθὲν ἧττον ξηραίνει.

Διὰ τί τοῖς κοπιῶσι προστάττουσιν ἐμεῖν, εἴπερ ὁ ἔμετος κοπῶδές ἐστιν; ἢ κόπος γίνεται ὀστῶν θλωμένων καὶ πιεζομένων καὶ κοπιωμένων, ταῦτα δὲ ὑπὸ τῶν ἐκτός τινος πάσχοι ἂν ἢ τῶν ἐν τῷ σώματι, καὶ τοῦτο διττῶς· ἢ γὰρ σαρκῶν ὑπερτεινουσῶν τὴν δύναμιν αὑτῶν, ἢ σώματος μιχθέντος συχνοῦ τῷ ἄλλῳ σώματι, χώραν οἰκείαν οὐκ ἔχοντος, οἷα τὰ περιττώματά ἐστιν. πάντα γὰρ τὰ ἐκτὸς ἡμῖν περιαπτόμενα βάρη κοπωδέστερα τῶν τοῦ σώματος μερῶν, κἂν τύχῃ σταθμῷ ὄντα αὐτῶν ἐλαφρότερα. σημεῖον δὲ τῶν εἰρημένων· οἱ γὰρ πλεῖον βεβρωκότες καὶ πεπωκότες, ἔλαττον

πονήσαντες ἢ νήστεις ὄντες, μᾶλλον κοπιῶσι διὰ τὸ μὴ τὴν οἰκείαν χώραν ἔχειν τὰ σιτία ὄντα ἄπεπτα. ἐπεὶ δὲ ὁ κόπος σύντηξιν ποιεῖ, ἡ δὲ σύντηξις περίττωμά ἐστιν, τοῦτό ἐστιν ὃ τὸν κόπον ἐν ἡμῖν ποιεῖ, πλανώμενον ἀτάκτως καὶ προσπῖπτον ὀστοῖς τε καὶ νεύροις καὶ τοῖς ἐντὸς τῆς σαρκὸς ἀραιοῖς οὖσι καὶ ἀνεῳγμένοις. ὁ οὖν ἔμετος ἐξάγων αὐτὸ ὂν αἴτιον τοῦ κόπου, εἰκότως ἀκόπους ποιεῖ· λείπει γὰρ οἷον ἦν ἐν ἀρχῇ τοῦ πόνου τὸ σῶμα. κοπῶδες δ’ ἐστὶν ὁ ἔμετος οὐ τῇ τῆς γινομένης ἐν αὐτῷ κινήσεως ὑπερβολῇ, ἀλλ’ ὅταν συμβῇ μὴ καλῶς ἐξεμέσαι· λειφθέντων γὰρ πολλῶν σιτίων, καὶ περιττωμάτων τούτοις ἐνόντων, τὸν τοῦ ἐμέτου κόπον γίνεσθαι συμβαίνει, καθάπερ ἐπὶ τῶν πεπληρωμένων εἴρηται. εἰ οὖν μηδ’ ἐκείνοις ὁ πόνος ἐστὶ τοῦ κόπου αἴτιος, ἀλλὰ τὸ οὕτως ἔχοντας πονῆσαι, οὐδ’ ἂν τοῖς μὴ ἐξαιροῦσι τὰ σιτία ὁ ἔμετος εἴη τοῦ κόπου αἴτιος· χρῆν γὰρ πᾶσι τοῖς ἐμοῦσι γίνεσθαι κόπον, γίνονται δὲ ἀκοπώτεροι πολλοὶ ἐμέσαντες.

Διὰ τί κοπιαρώτερόν ἐστι τῷ βραχίονι τὸ διὰ κενῆς ῥίπτειν ἢ λιθάζοντα; ἢ ὅτι σπασματωδέστερον τὸ διὰ κενῆς ἐστίν; οὐ γὰρ ἀπερείδεται πρὸς οὐδέν, ὥσπερ ὁ βάλλων πρὸς τὸ ἐν τῇ χειρὶ βέλος. ὁμοίως δὲ τούτῳ καὶ ὁ πένταθλος πρὸς τοὺς ἁλτῆρας καὶ ὁ θέων παρασείων πρὸς τὰς χεῖρας. διὸ ὁ μὲν μεῖζον ἅλλεται ἔχων ἢ μὴ ἔχων ἁλλῆρας, ὁ δὲ θᾶττον θεῖ παρασείων ἢ μὴ παρασείων.

Διὰ τί ἡ ταχυδρομία καὶ ἔπ’ ἀνθρώπου καὶ ἐπὶ τῶν ἄλλων ζῴων νοσηματικοὺς ποιεῖ τὰ περὶ τὴν κεφαλήν; καίτοι ὅλως ὁ δρόμος κατασπᾶν δοκεῖ κάτω τὰ περιττώματα, ὥσπερ ὁ περίπατος· διὸ καὶ παχύνονται τὰ σκέλη

οἱ πολλὰ περιπατοῦντες, ὅτι εἰς τὰ κάτω ὑπονοστεῖ ἄνωθεν καὶ ἡ τροφὴ καὶ τὰ περιττώματα. ἢ ἡ μὲν κίνησις ταὐτὸ ποιεῖ, ἀλλ’ ἡ ταχεῖα διὰ τὴν συντονίαν καὶ τὴν ἀπνευστίαν ἐκθερμαίνει τὴν κεφαλήν, καὶ τὰς φλέβας ἐμφυσᾷ τὰς ἐν αὐτῇ, καὶ σπαστικὰς τῶν θύραθεν ποιεῖ δυνάμεων, οἷον ψύχους καὶ ἀλέας καὶ τῶν ἐκ τοῦ θώρακος, ὧν εἰσιόντων νοσεῖν ἀναγκαῖον τὸν τόπον ἐστίν.

Διὰ τί κοπιῶσι μὲν μᾶλλον ἐν τοῖς ὁμαλοῖς ἢ ἐν τοῖς ἀνωμάλοις τόποις, θᾶττον δὲ βαδίζουσιν τὴν ὁμαλὴν ὁδὸν ἢ τὴν ἀνώμαλον; ἢ ὅτι ἀκοπώτερον μέν ἐστι τὸ μὴ ἀεὶ ἐν τῷ αὐτῷ σχήματι ποιεῖσθαι τὴν κίνησιν, ὃ συμβαίνει ἐν τῇ ἀνωμάλῳ πορείᾳ μᾶλλον; θᾶττον γὰρ πορεύονται, ὅτι ἧττον παρὰ φύσιν κινοῦνται. ἐν μὲν οὖν τῷ ὁμαλῷ μικρὰ ἡ ἄρσις καὶ θέσις καὶ πυκνή ἐστιν, ἐν δὲ τῷ ἀνωμάλῳ τοὐναντίον. ἔστι δὲ τὸ αἴρειν παρὰ φύσιν· βίᾳ γάρ ἐστι πᾶσα ἄρσις. τὸ δὲ παρ’ ἑκάστην βάσιν γινόμενον μικρὸν πολὺ γίνεται παρὰ πολλάς.

Διὰ τί τὰ ἐπίπεδα κοπιαρώτερα ἐγκατακεῖσθαι τῶν κοίλων ἐστίν; ἢ διὰ τὸ αὐτὸ καὶ τὰ κυρτὰ τῶν ἐπιπέδων; ἐφ’ ἕνα γὰρ τόπον συναθροιζόμενον τὸ βάρος ἐν τῇ καθέδρᾳ ἢ κατακλίσει τῇ θλίψει ποιεῖ πόνον. τὸ μὲν οὖν κυρτὸν τοῦ εὐθέος, τοῦτο δὲ τοῦ κοίλου μᾶλλον τοιοῦτόν ἐστι· τὸ γὰρ σῶμα ἡμῶν ἐστὶ περιφερέστερον ἢ εὐθύτερον, τῶν δὲ τοιούτων κατὰ πλέον ἅπτεται τὰ κοῖλα ἢ τὰ ἐπίπεδα. διὰ ταῦτα δὲ καὶ τὰ ἐνδιδόντα τῶν μὴ ἐνδιδόντων ἀκοπώτερά ἐστι καὶ ἐγκατακλιθῆναι καὶ ἐνέζεσθαι.

Διὰ τί οἱ βραχεῖς περίπατοι κοπώδεις εἰσίν; ἢ ὅτι

ἀνώμαλοί εἰσι; πολλάκις γὰρ ἵστασθαι ποιοῦσιν. τὸ δ’ ἐκ τοῦ ἐναντίου εἰς τοὐναντίον πυκνὰ μεταβάλλειν κοπῶδές ἐστιν· συνήθειαν γὰρ οὐδετέρῳ ποιεῖ, ὅ ἐστιν ἄκοπον. ἀμφοῖν δ’ ἅμα οὐκ ἐνδέχεται συνήθειαν γίνεσθαι.

Διὰ τί οἱ ἐπὶ τῶν ἵππων ὀχούμενοι, ὅσῳ ἂν μᾶλλον θέῃ ὁ ἵππος, τοσούτῳ μᾶλλον δακρύουσι τὰ ὄμματα; πότερον διὰ τὸ ψυχρότερον εἶναι τὸν ἀεὶ προσπίπτοντα ἀέρα, ὅσῳ ἂν ἐλάττω χρόνον ἅπτηται τοῦ σώματος, ὅπερ ἐπὶ τῶν γυμνῶν θεόντων συμβαίνει; τὸ δὲ ψῦχος δάκρυον ποιεῖ. ἢ διὰ τοὐναντίον; καὶ γὰρ τὸ θερμὸν ποιεῖ δακρύειν, οἷον ὁ ἥλιος· ἡ δὲ κίνησις θερμότητα ποιεῖ. ἢ διὰ τὴν ὑπὸ τοῦ ἀέρος πληγήν; ὡς γὰρ οἱ ἄνεμοι ταράττουσιν οἱ ἐξ ἐναντίας τὰ ὄμματα, οὕτως ὁ ἀὴρ προσπίπτων, ὅσῳ ἂν θᾶττον ἐλαύνῃ, τοσούτῳ μᾶλλον ποιεῖ πληγὴν μαλακήν.

Διὰ τί τὰ μὲν ἄλλα τριβόμενα σαρκοῦνται μέρη, ἡ δὲ γαστὴρ λεπτοτέρα γίνεται; ἢ οὐδὲ αὐτὴ ἐκ προσαγωγῆς, ἀλλὰ στιφροτέρα; οὐ μὴν ἀλλ’ οὐχ ὁμοίως γε καὶ ἡ σάρξ, διὸ καὶ τὸ πρόβλημά ἐστιν. ὅλως γὰρ ἐν τοῖς γυμνασίοις καὶ πόνοις μάλιστα λεπτύνεται ἡ γαστήρ. αἴτιον δ’ ὅτι τὰ πίονα θερμαινόμενα τήκεται, καὶ τὰ φύσει τάσιν ἔχοντα μᾶλλον. τὸ δὲ δέρμα ἐστὶ φύσει ἔχον τάσιν· ἀλλὰ διὰ τὸ πιαίνεσθαι τάχιστα ἀεί τινα ἔχει πιότητα, ἐὰν μὴ κάμνῃ τινὰ νόσον. αἴτιον δὲ τούτου ὅτι ἐγγύς ἐστιν τῆς τροφῆς. ἐπεὶ οὖν ὅλως ἡ πιμελὴ οὐκ ἔστιν φύσει, ἀλλ’ ἐπίκτητον, καὶ οὐ τῶν ἀναγκαίων μερῶν ὥσπερ ἡ σάρξ, καὶ ἡ τῶν γυμνασίων κίνησις καὶ ἡ τῆς τρίψεως θερμαίνουσαι τήκουσιν αὐτὴν καὶ τὴν τροφὴν ἐκπλεονάζουσαν νέμουσιν τοῖς ἄλλοις μορίοις. διὸ αἱ μὲν καθέδραι τὴν κοιλίαν πιαίνουσι, τὸ

δ’ ἄλλο σῶμα λεπτύνουσιν, αἱ δὲ κινήσεις καὶ αἱ τρίψεις τὴν μὲν κοιλίαν λεπτύνουσι, τὸ δ’ ἄλλο σῶμα παχύνουσιν.

Διὰ τί ἐκ τῶν μακρῶν καὶ σφοδρῶν ὁδῶν καὶ δρόμων, ὅταν στῇ τις ἐπ’ ἄκρων τῶν δακτύλων, σείονται τῶν ποδῶν αἱ πτέρναι καὶ σπᾶται κάτω προπετῶς; ἢ διὰ τὴν συνέχειαν καὶ σφοδρότητα τῆς κινήσεως οὐκ ἀναπαύεται ὁ σεισμὸς τῷ ἀνθρώπῳ τῶν νεύρων; τοῦ μὲν γὰρ ὅλου σώματος κρατεῖ ἡ ψυχὴ πολλάκις, μορίων δ’ οὔ, ὁπόταν πως κινηθῇ, οἷον καὶ καρδίας καὶ αἰδοίου. αἴτιον δ’ ὅτι πνεῦμα πολὺ περὶ τὰ νεῦρα ἐκκαίεται, ὃ οὐχ ἅμα ἐκψύχεται στάντι. τοῦτο οὖν σεῖον ὥσπερ ὑποσπῶν τῇ κινήσει κατασπᾶται καὶ τοῦ πορρωτάτω ἥκιστα ποιεῖ κρατεῖν· τοιοῦτον δὲ αἱ πτέρναι, οἷον τοῖς ὀργιζομένοις τὸ κάτω χεῖλος.

Διὰ τί οἱ μὴ σφόδρα συντόνως τρέχοντες ἐν τῷ ῥυθμῷ ἀναπνέουσιν; πότερον ὅτι πᾶς ῥυθμὸς ὡρισμένῃ μετρεῖται κινήσει, τοιαύτη δ’ ἐστὶν ἡ δι’ ἴσου οὖσα, ὅπερ οἱ τροχάζοντες ποιοῦσιν. ἅμα οὖν ἀρχόμενοι τροχάζειν ἀναπνέουσιν, ὥστε τὴν ἀναπνοὴν δι’ ἴσου γινομένην, διὰ τὸ τῇ ἴσῃ κινήσει μετρεῖσθαι, ῥυθμὸν ποιεῖν. ἢ ὅτι πᾶσα μὲν ἁπλῶς ἀναπνοὴ δι’ ἴσου γίνεται τοῖς κατὰ φύσιν αὐτῇ χρωμένοις καὶ μὴ κατέχουσιν; καθημένοις μὲν οὖν καὶ βαδίζουσι μετρίας οὔσης τῆς τοῦ σώματος κινήσεως, οὐκ εὔδηλος ὁ ῥυθμὸς γίνεται· συντόνως δὲ τρέχουσιν, οὐ παρακολουθούσης τῇ κινήσει τῆς αἰσθήσεως, οὐ δυνάμεθα συνορᾶν τὸν τῆς ἀναπνοῆς ῥυθμόν. ἐν δὲ τῷ μετρίως τροχάζειν μέτρον ἡ κίνησις αἰσθητὸν τῆς ἀναπνοῆς ποιοῦσα τὸν ῥυθμὸν δηλοῖ.

Διὰ τί ἐν τῷ τροχάζειν ἐκπνευματοῦσθαι δοκεῖ ἡμῖν ὁ ἀήρ; πότερον ὅτι κινούμενοι διὰ τοῦ τροχάζειν τὸν συνεχῆ

τοῖς σώμασιν ἡμῶν ἀέρα κινοῦμεν, ὅ ἐστι πνεῦμα; διόπερ οὐ δοκεῖ μόνον, ἀλλὰ καὶ κατ’ ἀλήθειαν ἐκπνευματοῦται ὁ ἀήρ; ἢ διότι τροχάζοντες προσκόπτομεν τῷ ἀέρι, τούτου δὲ συμβαίνοντος μᾶλλον αἴσθησιν λαμβάνομεν τοῦ ἀέρος διὰ τῆς κινήσεως; εἰκότως οὖν ἡμῖν ἐκπνευματοῦσθαι δοκεῖ· τοῦτο γὰρ συμβαίνει διὰ τὴν φοράν.

Διὰ τί μᾶλλον θέοντες ἢ βαδίζοντες πίπτουσιν; 〈ἢ〉 ὅτι μᾶλλον πρὶν κινεῖσθαι αἴρουσιν; τὸ γὰρ θέειν τοῦ βαδίζειν τούτῳ διαφέρει.

Διὰ τί ποτε ἀναβαίνοντες μὲν τὰ γόνατα πονοῦμεν, καταβαίνοντες δὲ τοὺς μηρούς; ἢ ὅτι ὅταν μὲν ἀναβαίνωμεν, ἀναρριπτοῦμεν ἄνω τὸ σῶμα, καὶ ἡ σπάσις πολλὴ τοῦ σώματος καὶ ἡ ἀπὸ τῶν γονάτων γίνεται, διὸ πονοῦμεν τὰ γόνατα· ἐν δὲ τοῖς κατάντεσι, διὰ τὸ ὑποφέρεσθαι τοῖς σκέλεσι, τοῖς μηροῖς ἀποστηριζόμενοι πονοῦμεν αὐτούς. εἶθ’ ἅπαν τὸ παρὰ φύσιν γινόμενον πόνον καὶ λύπην παρασκευάζει. ἔστι δὲ τὸ κατὰ φύσιν τοῖς μὲν γόνασιν ἡ εἰς τὸ πρόσθεν κλάσις, τοῖς δὲ μηροῖς ἡ εἰς τοὔπισθεν. ἐν μὲν οὖν τοῖς ἀνάντεσι τὰ γόνατα κλᾶται εἰς τοὔπισθεν διὰ τὸ ἀποστηρίζεσθαι βούλεσθαι, ἐν τοῖς κατάντεσι δ’ οἱ μηροὶ εἰς τοὔμπροσθεν κλῶνται διὰ τὸ προπετὲς ἡμῶν εἶναι τὸ σῶμα.

Διὰ τί ποτε ἐν ταῖς ὁδοῖς τῶν μηρῶν τὸ μέσον μάλιστα πονοῦμεν; ἢ ὅτι παντὸς μακροῦ καὶ ἑνὸς ὄντος, ἐστηριγμένου δὲ τοῦ μέσου ὁ πόνος μάλιστα γίνεται; διὸ καὶ κατάγνυται μάλιστα ἐντεῦθεν. ὁ δὲ μηρός ἐστι τοιοῦτον· διὸ καὶ τὸ μέσον αὐτοῦ μάλιστα πονοῦμεν.