Problemata

Aristotle

Aristotle. Aristotelis Quae Feruntur Problemata Physica. Ruelle, Charles, editor. Leipzig: Teubner, 1922.

Διὰ τί τὴν ὀπώραν ὕστερον ἢ πρότερον φαγοῦσιν οὐκ ἀνάλογον τοῖς αὐτοῖς ὁ ὄγκος τῆς πληρώσεως γίνεται; ἢ ὅτι βαρυτέρα ἐστὶν ἡ ὀπώρα πολύ τῶν σιτίων. δηλοῖ δὲ τὰ σῦκα. ἐὰν ὕστατα βρωθῇ· τελευταῖα γὰρ ἐμεῖται. ἐὰν

μὲν οὖν πρῶτα, διὰ βάρος κάτω πορευόμενα εὐρυχωρίαν ἄνω ποιεῖ, ὥστε ῥᾳδίως δέχεσθαι τὸν ὄγκον τῶν σιτίων. ἀνάπαλιν δὲ εἰσελθόντα τὰ σιτία, διὰ τὸ μὴ κάτω φέρεσθαι, ταχὺ τοῦ ἄνω κενοῦ προσλαμβάνει.

Διὰ τί τῶν γλυκέων ὄντων ὁμοιοτέρων ἡμῖν ἢ τῶν δριμέων, θᾶττον πληρούμεθα ὑπὸ τῶν γλυκέων; εἰκὸς δὲ ἦν ἧττον· ὑπὸ γὰρ τῶν ὁμοίων ἧττον ἦν εἰκὸς πληροῦσθαι. ἢ ὅτι οὐχ ὁμοίως τό τε ἀγγεῖον πληροῦται ταχύ, ἐξ οὗ πληρούμεθα, καὶ τὸ τρεφόμενον, ἀλλ’ ἐνίοτε ἡ μὲν κοιλία πλήρης ἐστίν, οἷον τῶν διψώντων, τὸ δὲ δίψος οὐδὲν ἧττόν ἐστιν. οὐ γὰρ τῷ ταύτην εἶναι πλήρη παυόμεθα διψῶντες, ἀλλὰ τῷ ἕκαστον τῶν τοῦ σῶματος τὸ αὑτῷ οἰκεῖον ἐσπακέναι, καὶ ὅταν ἐκεῖνα ἀπολάβῃ ἱκανῶς, τότε παυόμεθα διψῶντες. καὶ πεινῶντες δὲ ὡσαύτως.

Διὰ τί θᾶττον πληρούμεθα ἀπὸ τῶν γλυκέων ἢ ἀπὸ τῶν δριμέων; ἢ ὅτι θᾶττον παυόμεθα ἐπιθυμοῦντες τῶν γλυκέων; ἢ ὡς μὲν ἡ κοιλία πληροῦται, οὕτω καὶ ἡμεῖς ὑπὸ τῶν γλυκέων; οὐχ ὁμολογεῖται· ὅτι δὲ ἡ ἐπιθυμία θᾶττον ὑπ’ αὐτῶν πληροῦται, τοῦτ’ ἂν εἴη λεκτέον. ἢ ὅτι ἡ μὲν ἐπιθυμία, ὡς ἀπλῶς εἰπεῖν, ἔστι μὲν ἔνδεια, καὶ ὅταν μηκέτι ἔχωμεν τροφὴν ἢ ὀλίγην; τὰ μὲν οὖν δριμέα οὐκ ἔστι τρόφιμα, ἀλλὰ τροφὴν μὲν ὀλίγην ἔχει, τὸ δὲ περίττωμα πολύ. εἰκότως οὖν πολλὰ ταῦτα ζητοῦμεν ἐσθίειν, καὶ οὐκ ἐμπιπλάμεθα αὑτῶν τὴν ἐπιθυμίαν, διὰ τὸ ἔτι προσδεῖσθαι τροφῆς, ταῦτα δὲ μὴ ἔχειν τροφήν. τὰ δὲ γλυκέα ἅπαντά ἐστι τροφή, καὶ ἀπὸ μικρῶν τοιούτων πολλὴν λαμβάνει τὸ σῶμα. ὅταν οὖν ἀπολάβῃ πολλὴν τροφήν, οὐκέτι δύναται ἐσθίειν διὰ τὸ μὴ ὑποφέρειν. εἰκότως οὖν θᾶττον ὑπὸ τῶν γλυκέων πληρούμεθα.

Διὰ τί τὰ περικάρπια καὶ τὰ κρέα, καὶ ὅσα τοιαῦτα ἐν τοῖς ἀσκοῖς ἄσηπτα γίνεται ὅταν σφόδρα φυσηθῶσι, καὶ τὰ ἐν τοῖς ἀκριβῶς περιπωματιζομένοις ὡσαύτως; ἢ διότι σήπεται μὲν κινούμενα πάντα, τὰ δὲ πλήρη ἀκίνητα· ἀδύνατον γὰρ ἄνευ κενοῦ κινηθῆναι, ταῦτα δὲ πλήρη.

Διὰ τί μετὰ τὰ σαπρὰ τῶν περικαρπίων ὁ οἶνος πικρὸς φαίνεται πινόμενος; ἢ ὅτι τὴν πικρότητα ἔχει ἡ σαπρότης ἡ τοιαύτη; τὸ οὖν ἐπιμένον ἐπὶ τῇ γλώττῃ, μιγνύμενον τῷ πόματι καὶ διαχεόμενον πικρὸν ποιεῖ τὸ πόμα. αὐτὸ δὲ καθ’ αὑτὸ ἧττον φαίνεται ἐσθιόμενον διὰ τὸ πολλῶν ἅπτεσθαι καὶ εἰς μικρὰ διανενεμῆσθαι τὸν τοιοῦτον χυμόν.

Διὰ τί τὰ τραγήματα ἐδεστέον; ἢ ἕνεκα τοῦ πιεῖν ἱκανόν; οὐ γὰρ μόνον ποτέον τῆς δίψης χάριν τῆς ἐπὶ τοῖς σιτίοις, ἀλλὰ καὶ μετὰ τὸ σιτίον.